Skip to content
Church.wiki

Micah Chapter 2 OT LXX Accented

Minor prophets · Micah · OT LXX Accented · 13 verses

Verse layout
📝 Overview of this chapter Flow, key verses and people

미가 2장은 남의 밭과 집을 빼앗는 자들에 대한 심판, 예언을 막는 백성과 거짓 선지자에 대한 고발, 그리고 이스라엘의 남은 자를 다시 모으겠다는 약속을 담은 장이다.

Jump to verse

2Micah · OT LXX Accented
1ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά διότι οὐκ ἦραν πρὸς τὸν θεὸν τὰς χεῖρας αὐτῶν
2καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ
3διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακά ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης ὅτι καιρὸς πονηρός ἐστιν
4ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λημφθήσεται ἐφ’ ὑμᾶς παραβολή καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν
5διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ ἐν ἐκκλησίᾳ κυρίου
6μὴ κλαίετε δάκρυσιν μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις οὐ γὰρ ἀπώσεται ὀνείδη
7ὁ λέγων οἶκος Ιακωβ παρώργισεν πνεῦμα κυρίου εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν οὐχ οἱ λόγοι αὐτοῦ εἰσιν καλοὶ μετ’ αὐτοῦ καὶ ὀρθοὶ πεπόρευνται
8καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου
9διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν ἐγγίσατε ὄρεσιν αἰωνίοις
10ἀνάστηθι καὶ πορεύου ὅτι οὐκ ἔστιν σοι αὕτη ἡ ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ
11κατεδιώχθητε οὐδενὸς διώκοντος πνεῦμα ἔστησεν ψεῦδος ἐστάλαξέν σοι εἰς οἶνον καὶ μέθυσμα καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου
12συναγόμενος συναχθήσεται Ιακωβ σὺν πᾶσιν ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ισραηλ ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν ὡς πρόβατα ἐν θλίψει ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν ἐξαλοῦνται ἐξ ἀνθρώπων
13διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν διέκοψαν καὶ διῆλθον πύλην καὶ ἐξῆλθον δῑ αὐτῆς καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν ὁ δὲ κύριος ἡγήσεται αὐτῶν

OT LXX Accented
Tap a verse to copy, share, highlight or add a note. Dotted words link to encyclopedia articles.

13 verses in this chapter
2 / 7 chapters

The text is OT LXX Accented(고대 그리스어(헬라어)) — From getbible.net (CrossWire SWORD module) · license: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) Highlights, notes and read marks stay with the chapter whichever version you read. Dotted words are people, places and terms that have an encyclopedia article (marked once per page). Highlights, notes and read marks are saved only in this browser and gathered under My marks.

Articles mentioning this chapter

More