Skip to content
Church.wiki
Numbers

Numbers 7

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτάSelect Numbers 7:1

2καὶ προσήνεγκαν οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν οὗτοι ἄρχοντες φυλῶν οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆςSelect Numbers 7:2

3καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆςSelect Numbers 7:3

4καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγωνSelect Numbers 7:4

5λαβὲ παρ’ αὐτῶν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσεις αὐτὰ τοῖς Λευίταις ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίανSelect Numbers 7:5

6καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς ΛευίταιςSelect Numbers 7:6

7τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσων κατὰ τὰς λειτουργίας αὐτῶνSelect Numbers 7:7

8καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέωςSelect Numbers 7:8

9καὶ τοῖς υἱοῖς Κααθ οὐκ ἔδωκεν ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν ἐπ’ ὤμων ἀροῦσινSelect Numbers 7:9

10καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίουSelect Numbers 7:10

11καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἄρχων εἷς καθ’ ἡμέραν ἄρχων καθ’ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίουSelect Numbers 7:11

12καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσων υἱὸς Αμιναδαβ ἄρχων τῆς φυλῆς ΙουδαSelect Numbers 7:12

13καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:13

14θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:14

15μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:15

16καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:16

17καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναασσων υἱοῦ ΑμιναδαβSelect Numbers 7:17

18τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκεν Ναθαναηλ υἱὸς Σωγαρ ἄρχων τῆς φυλῆς ΙσσαχαρSelect Numbers 7:18

19καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:19

20θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:20

21μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:21

22καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:22

23καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναθαναηλ υἱοῦ ΣωγαρSelect Numbers 7:23

24τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς ΧαιλωνSelect Numbers 7:24

25τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:25

26θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:26

27μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:27

28καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:28

29καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελιαβ υἱοῦ ΧαιλωνSelect Numbers 7:29

30τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς ΣεδιουρSelect Numbers 7:30

31τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:31

32θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:32

33μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:33

34καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:34

35καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισουρ υἱοῦ ΣεδιουρSelect Numbers 7:35

36τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεων Σαλαμιηλ υἱὸς ΣουρισαδαιSelect Numbers 7:36

37τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:37

38θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:38

39μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:39

40καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:40

41καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Σαλαμιηλ υἱοῦ ΣουρισαδαιSelect Numbers 7:41

42τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γαδ Ελισαφ υἱὸς ΡαγουηλSelect Numbers 7:42

43τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:43

44θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:44

45μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:45

46καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:46

47καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαφ υἱοῦ ΡαγουηλSelect Numbers 7:47

48τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Εφραιμ Ελισαμα υἱὸς ΕμιουδSelect Numbers 7:48

49τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:49

50θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:50

51μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:51

52καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:52

53καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαμα υἱοῦ ΕμιουδSelect Numbers 7:53

54τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς ΦαδασσουρSelect Numbers 7:54

55τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:55

56θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:56

57μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:57

58καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:58

59καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Γαμαλιηλ υἱοῦ ΦαδασσουρSelect Numbers 7:59

60τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς ΓαδεωνιSelect Numbers 7:60

61τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:61

62θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:62

63μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:63

64καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:64

65καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αβιδαν υἱοῦ ΓαδεωνιSelect Numbers 7:65

66τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς ΑμισαδαιSelect Numbers 7:66

67τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:67

68θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:68

69μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:69

70καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:70

71καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιεζερ υἱοῦ ΑμισαδαιSelect Numbers 7:71

72τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ασηρ Φαγαιηλ υἱὸς ΕχρανSelect Numbers 7:72

73τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:73

74θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:74

75μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:75

76καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:76

77καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Φαγαιηλ υἱοῦ ΕχρανSelect Numbers 7:77

78τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλι Αχιρε υἱὸς ΑινανSelect Numbers 7:78

79τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίανSelect Numbers 7:79

80θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματοςSelect Numbers 7:80

81μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμαSelect Numbers 7:81

82καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίαςSelect Numbers 7:82

83καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιρε υἱοῦ ΑινανSelect Numbers 7:83

84οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ισραηλ τρυβλία ἀργυρᾶ δώδεκα φιάλαι ἀργυραῖ δώδεκα θυίσκαι χρυσαῖ δώδεκαSelect Numbers 7:84

85τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳSelect Numbers 7:85

86θυίσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖSelect Numbers 7:86

87πᾶσαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα κριοὶ δώδεκα ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίαςSelect Numbers 7:87

88πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόνSelect Numbers 7:88

89ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόνSelect Numbers 7:89

Next: Numbers 8Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Numbers

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.