2 Samuel 9
OT LXX Accented
Translation: LXX
1καὶ εἶπεν Δαυιδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος ἕνεκεν ΙωναθανSelect 2 Samuel 9:1
2καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς εἰ σὺ εἶ Σιβα καὶ εἶπεν ἐγὼ δοῦλος σόςSelect 2 Samuel 9:2
3καὶ εἶπεν ὁ βασιλεύς εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος θεοῦ καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ἔτι ἔστιν υἱὸς τῷ Ιωναθαν πεπληγὼς τοὺς πόδαςSelect 2 Samuel 9:3
4καὶ εἶπεν ὁ βασιλεύς ποῦ οὗτος καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ἰδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς ΛαδαβαρSelect 2 Samuel 9:4
5καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς ΛαδαβαρSelect 2 Samuel 9:5
6καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ ὁ δοῦλός σουSelect 2 Samuel 9:6
7καὶ εἶπεν αὐτῷ Δαυιδ μὴ φοβοῦ ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντόςSelect 2 Samuel 9:7
8καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἶπεν τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοίSelect 2 Samuel 9:8
9καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἶπεν πρὸς αὐτόν πάντα ὅσα ἐστὶν τῷ Σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σουSelect 2 Samuel 9:9
10καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ Μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοιSelect 2 Samuel 9:10
11καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει ὁ δοῦλός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέωςSelect 2 Samuel 9:11
12καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ ΜεμφιβοσθεSelect 2 Samuel 9:12
13καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦSelect 2 Samuel 9:13
OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution