Skip to content
Church.wiki
Psalms

Psalms 107

OT LXX Accented

Translation: LXX
Start reading

1ᾠδὴ ψαλμοῦ τῷ ΔαυιδSelect Psalms 107:1

2ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μουSelect Psalms 107:2

3ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρουSelect Psalms 107:3

4ἐξομολογήσομαί σοι ἐν λαοῖς κύριε καὶ ψαλῶ σοι ἐν ἔθνεσινSelect Psalms 107:4

5ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σουSelect Psalms 107:5

6ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σουSelect Psalms 107:6

7ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μουSelect Psalms 107:7

8ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσωSelect Psalms 107:8

9ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου Ιουδας βασιλεύς μουSelect Psalms 107:9

10Μωαβ λέβης τῆς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησανSelect Psalms 107:10

11τίς ἀπάξει με εἰς πόλιν περιοχῆς τίς ὁδηγήσει με ἕως τῆς ΙδουμαίαςSelect Psalms 107:11

12οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ὁ θεός ἐν ταῖς δυνάμεσιν ἡμῶνSelect Psalms 107:12

13δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπουSelect Psalms 107:13

14ἐν τῷ θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶνSelect Psalms 107:14

Next: Psalms 108Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Psalms

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.