Skip to content
Church.wiki
Psalms

Psalms 114

OT LXX Accented

Translation: LXX
Start reading

1αλληλουια ἠγάπησα ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μουSelect Psalms 114:1

2ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαιSelect Psalms 114:2

3περιέσχον με ὠδῖνες θανάτου κίνδυνοι ᾅδου εὕροσάν με θλῖψιν καὶ ὀδύνην εὗρονSelect Psalms 114:3

4καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην ὦ κύριε ῥῦσαι τὴν ψυχήν μουSelect Psalms 114:4

5ἐλεήμων ὁ κύριος καὶ δίκαιος καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷSelect Psalms 114:5

6φυλάσσων τὰ νήπια ὁ κύριος ἐταπεινώθην καὶ ἔσωσέν μεSelect Psalms 114:6

7ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου ὅτι κύριος εὐηργέτησέν σεSelect Psalms 114:7

8ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματοςSelect Psalms 114:8

9εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντωνSelect Psalms 114:9

Next: Psalms 115Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Psalms

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses a voice on this device.