Psalms 119
OT LXX Accented
Translation: LXX
1ᾠδὴ τῶν ἀναβαθμῶν πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέν μουSelect Psalms 119:1
2κύριε ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίαςSelect Psalms 119:2
3τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίανSelect Psalms 119:3
4τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖςSelect Psalms 119:4
5οἴμμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων ΚηδαρSelect Psalms 119:5
6πολλὰ παρῴκησεν ἡ ψυχή μουSelect Psalms 119:6
7μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός ὅταν ἐλάλουν αὐτοῖς ἐπολέμουν με δωρεάνSelect Psalms 119:7
OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution