Skip to content
Church.wiki
Deuteronomy

Deuteronomy 27

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερονSelect Deuteronomy 27:1

2καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳSelect Deuteronomy 27:2

3καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοιSelect Deuteronomy 27:3

4καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳSelect Deuteronomy 27:4

5καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτοὺς σίδηρονSelect Deuteronomy 27:5

6λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ’ αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σουSelect Deuteronomy 27:6

7καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σουSelect Deuteronomy 27:7

8καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδραSelect Deuteronomy 27:8

9καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σουSelect Deuteronomy 27:9

10καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερονSelect Deuteronomy 27:10

11καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγωνSelect Deuteronomy 27:11

12οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ ΒενιαμινSelect Deuteronomy 27:12

13καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ Ρουβην Γαδ καὶ Ασηρ Ζαβουλων Δαν καὶ ΝεφθαλιSelect Deuteronomy 27:13

14καὶ ἀποκριθέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ φωνῇ μεγάλῃSelect Deuteronomy 27:14

15ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίῳ ἔργον χειρῶν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν γένοιτοSelect Deuteronomy 27:15

16ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:16

17ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:17

18ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:18

19ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:19

20ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:20

21ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:21

22ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:22

23ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:23

24ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:24

25ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:25

26ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτοSelect Deuteronomy 27:26

Next: Deuteronomy 28Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Deuteronomy

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.