Skip to content
Church.wiki
Ezekiel

Ezekiel 13

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνSelect Ezekiel 13:1

2υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ισραηλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς ἀκούσατε λόγον κυρίουSelect Ezekiel 13:2

3τάδε λέγει κύριος οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσινSelect Ezekiel 13:3

4οἱ προφῆταί σου Ισραηλ ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοιςSelect Ezekiel 13:4

5οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ οὐκ ἀνέστησαν οἱ λέγοντες ἐν ἡμέρᾳ κυρίουSelect Ezekiel 13:5

6βλέποντες ψευδῆ μαντευόμενοι μάταια οἱ λέγοντες λέγει κύριος καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγονSelect Ezekiel 13:6

7οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατεSelect Ezekiel 13:7

8διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ἀνθ’ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς λέγει κύριοςSelect Ezekiel 13:8

9καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται οὐδὲ ἐν γραφῇ οἴκου Ισραηλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται καὶ γνώσονται διότι ἐγὼ κύριοςSelect Ezekiel 13:9

10ἀνθ’ ὧν τὸν λαόν μου ἐπλάνησαν λέγοντες εἰρήνη εἰρήνη καὶ οὐκ ἦν εἰρήνη καὶ οὗτος οἰκοδομεῖ τοῖχον καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν εἰ πεσεῖταιSelect Ezekiel 13:10

11εἰπὸν πρὸς τοὺς ἀλείφοντας πεσεῖται καὶ ἔσται ὑετὸς κατακλύζων καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν καὶ πεσοῦνται καὶ πνεῦμα ἐξαῖρον καὶ ῥαγήσεταιSelect Ezekiel 13:11

12καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος καὶ οὐκ ἐροῦσιν πρὸς ὑμᾶς ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν ἣν ἠλείψατεSelect Ezekiel 13:12

13διὰ τοῦτο τάδε λέγει κύριος καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειανSelect Ezekiel 13:13

14καὶ κατασκάψω τὸν τοῖχον ὃν ἠλείψατε καὶ πεσεῖται καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ καὶ πεσεῖται καὶ συντελεσθήσεσθε μετ’ ἐλέγχων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριοςSelect Ezekiel 13:14

15καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν καὶ πεσεῖται καὶ εἶπα πρὸς ὑμᾶς οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείφοντες αὐτὸνSelect Ezekiel 13:15

16προφῆται τοῦ Ισραηλ οἱ προφητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην καὶ εἰρήνη οὐκ ἔστιν λέγει κύριοςSelect Ezekiel 13:16

17καὶ σύ υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προφήτευσον ἐπ’ αὐτὰςSelect Ezekiel 13:17

18καὶ ἐρεῖς τάδε λέγει κύριος οὐαὶ ταῖς συρραπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας τοῦ διαστρέφειν ψυχάς αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου καὶ ψυχὰς περιεποιοῦντοSelect Ezekiel 13:18

19καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτου τοῦ ἀποκτεῖναι ψυχάς ἃς οὐκ ἔδει ἀποθανεῖν καὶ τοῦ περιποιήσασθαι ψυχάς ἃς οὐκ ἔδει ζῆσαι ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματαSelect Ezekiel 13:19

20διὰ τοῦτο τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν ἐφ’ ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχάς καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόνSelect Ezekiel 13:20

21καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριοςSelect Ezekiel 13:21

22ἀνθ’ ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόνSelect Ezekiel 13:22

23διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριοςSelect Ezekiel 13:23

Next: Ezekiel 14Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Ezekiel

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.