Skip to content
Church.wiki
Ezekiel

Ezekiel 22

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνSelect Ezekiel 22:1

2καὶ σύ υἱὲ ἀνθρώπου εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆςSelect Ezekiel 22:2

3καὶ ἐρεῖς τάδε λέγει κύριος κύριος ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνθυμήματα καθ’ αὑτῆς τοῦ μιαίνειν αὐτήνSelect Ezekiel 22:3

4ἐν τοῖς αἵμασιν αὐτῶν οἷς ἐξέχεας παραπέπτωκας καὶ ἐν τοῖς ἐνθυμήμασίν σου οἷς ἐποίεις ἐμιαίνου καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου διὰ τοῦτο δέδωκά σε εἰς ὄνειδος τοῖς ἔθνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραιςSelect Ezekiel 22:4

5ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ καὶ ἐμπαίξονται ἐν σοί ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαιςSelect Ezekiel 22:5

6ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ισραηλ ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί ὅπως ἐκχέωσιν αἷμαSelect Ezekiel 22:6

7πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοὶ καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοίSelect Ezekiel 22:7

8καὶ τὰ ἅγιά μου ἐξουδένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοίSelect Ezekiel 22:8

9ἄνδρες λῃσταὶ ἐν σοί ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα καὶ ἐπὶ τῶν ὀρέων ἤσθοσαν ἐν σοί ἀνόσια ἐποίουν ἐν μέσῳ σουSelect Ezekiel 22:9

10αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοίSelect Ezekiel 22:10

11ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοίSelect Ezekiel 22:11

12δῶρα ἐλαμβάνοσαν ἐν σοί ὅπως ἐκχέωσιν αἷμα τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ ἐμοῦ δὲ ἐπελάθου λέγει κύριοςSelect Ezekiel 22:12

13ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐφ’ οἷς συντετέλεσαι οἷς ἐποίησας καὶ ἐπὶ τοῖς αἵμασίν σου τοῖς γεγενημένοις ἐν μέσῳ σουSelect Ezekiel 22:13

14εἰ ὑποστήσεται ἡ καρδία σου εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις αἷς ἐγὼ ποιῶ ἐν σοί ἐγὼ κύριος λελάληκα καὶ ποιήσωSelect Ezekiel 22:14

15καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσιν καὶ διασπερῶ σε ἐν ταῖς χώραις καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦSelect Ezekiel 22:15

16καὶ κατακληρονομήσω ἐν σοὶ κατ’ ὀφθαλμοὺς τῶν ἐθνῶν καὶ γνώσεσθε διότι ἐγὼ κύριοςSelect Ezekiel 22:16

17καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνSelect Ezekiel 22:17

18υἱὲ ἀνθρώπου ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ισραηλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστίνSelect Ezekiel 22:18

19διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ἀνθ’ ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον ΙερουσαλημSelect Ezekiel 22:19

20καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι οὕτως εἰσδέξομαι ὑμᾶς ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶςSelect Ezekiel 22:20

21καὶ ἐκφυσήσω ἐφ’ ὑμᾶς ἐν πυρὶ ὀργῆς μου καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆςSelect Ezekiel 22:21

22ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου οὕτως χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ’ ὑμᾶςSelect Ezekiel 22:22

23καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνSelect Ezekiel 22:23

24υἱὲ ἀνθρώπου εἰπὸν αὐτῇ σὺ εἶ γῆ ἡ οὐ βρεχομένη οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆςSelect Ezekiel 22:24

25ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σουSelect Ezekiel 22:25

26καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶνSelect Ezekiel 22:26

27οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα ὅπως πλεονεξίᾳ πλεονεκτῶσινSelect Ezekiel 22:27

28καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται ὁρῶντες μάταια μαντευόμενοι ψευδῆ λέγοντες τάδε λέγει κύριος καὶ κύριος οὐ λελάληκενSelect Ezekiel 22:28

29λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματοςSelect Ezekiel 22:29

30καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν καὶ οὐχ εὗρονSelect Ezekiel 22:30

31καὶ ἐξέχεα ἐπ’ αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα λέγει κύριος κύριοςSelect Ezekiel 22:31

Next: Ezekiel 23Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Ezekiel

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.