Skip to content
Church.wiki
Ezekiel

Ezekiel 8

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ καὶ οἱ πρεσβύτεροι Ιουδα ἐκάθηντο ἐνώπιόν μου καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίουSelect Ezekiel 8:1

2καὶ εἶδον καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω ὡς ὅρασις ἠλέκτρουSelect Ezekiel 8:2

3καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέν με τῆς κορυφῆς μου καὶ ἀνέλαβέν με πνεῦμα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἤγαγέν με εἰς Ιερουσαλημ ἐν ὁράσει θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας τῆς βλεπούσης πρὸς βορρᾶν οὗ ἦν ἡ στήλη τοῦ κτωμένουSelect Ezekiel 8:3

4καὶ ἰδοὺ ἐκεῖ ἦν δόξα κυρίου θεοῦ Ισραηλ κατὰ τὴν ὅρασιν ἣν εἶδον ἐν τῷ πεδίῳSelect Ezekiel 8:4

5καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βορρᾶν καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βορρᾶν καὶ ἰδοὺ ἀπὸ βορρᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάςSelect Ezekiel 8:5

6καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας τί οὗτοι ποιοῦσιν ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου καὶ ἔτι ὄψει ἀνομίας μείζοναςSelect Ezekiel 8:6

7καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆςSelect Ezekiel 8:7

8καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ὄρυξον καὶ ὤρυξα καὶ ἰδοὺ θύρα μίαSelect Ezekiel 8:8

9καὶ εἶπεν πρός με εἴσελθε καὶ ἰδὲ τὰς ἀνομίας ἃς οὗτοι ποιοῦσιν ὧδεSelect Ezekiel 8:9

10καὶ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου Ισραηλ διαγεγραμμένα ἐπ’ αὐτοῦ κύκλῳSelect Ezekiel 8:10

11καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ισραηλ καὶ Ιεζονιας ὁ τοῦ Σαφαν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινενSelect Ezekiel 8:11

12καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ισραηλ ποιοῦσιν ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν διότι εἶπαν οὐχ ὁρᾷ ὁ κύριος ἐγκαταλέλοιπεν κύριος τὴν γῆνSelect Ezekiel 8:12

13καὶ εἶπεν πρός με ἔτι ὄψει ἀνομίας μείζονας ἃς οὗτοι ποιοῦσινSelect Ezekiel 8:13

14καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου κυρίου τῆς βλεπούσης πρὸς βορρᾶν καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν ΘαμμουζSelect Ezekiel 8:14

15καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτωνSelect Ezekiel 8:15

16καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν οἴκου κυρίου τὴν ἐσωτέραν καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ κυρίου ἀνὰ μέσον τῶν αιλαμ καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι καὶ οὗτοι προσκυνοῦσιν τῷ ἡλίῳSelect Ezekiel 8:16

17καὶ εἶπεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου μὴ μικρὰ τῷ οἴκῳ Ιουδα τοῦ ποιεῖν τὰς ἀνομίας ἃς πεποιήκασιν ὧδε διότι ἔπλησαν τὴν γῆν ἀνομίας καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντεςSelect Ezekiel 8:17

18καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδὲ μὴ ἐλεήσωSelect Ezekiel 8:18

Next: Ezekiel 9Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Ezekiel

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.