Joshua 15
OT LXX Accented
Translation: LXX
1καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβαSelect Joshua 15:1
2καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβαSelect Joshua 15:2
3καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς ΚαδηςSelect Joshua 15:3
4καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβόςSelect Joshua 15:4
5καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ιορδάνου καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ ΙορδάνουSelect Joshua 15:5
6ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβα καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱοῦ ΡουβηνSelect Joshua 15:6
7καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ ΡωγηλSelect Joshua 15:7
8καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός αὕτη ἐστὶν Ιερουσαλημ καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαϊν ἐπὶ βορρᾶSelect Joshua 15:8
9καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ αὕτη ἐστὶν πόλις ΙαριμSelect Joshua 15:9
10καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου πόλιν Ιαριμ ἀπὸ βορρᾶ αὕτη ἐστὶν Χασλων καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβαSelect Joshua 15:10
11καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσανSelect Joshua 15:11
12καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶνSelect Joshua 15:12
13καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ αὕτη ἐστὶν ΧεβρωνSelect Joshua 15:13
14καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρεῖς υἱοὺς Ενακ τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν ΑχιμαSelect Joshua 15:14
15καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτωνSelect Joshua 15:15
16καὶ εἶπεν Χαλεβ ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκαSelect Joshua 15:16
17καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκαSelect Joshua 15:17
18καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ τοῦ ὄνου καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοιSelect Joshua 15:18
19καὶ εἶπεν αὐτῷ δός μοι εὐλογίαν ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με δός μοι τὴν Γολαθμαιν καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτωSelect Joshua 15:19
20αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ΙουδαSelect Joshua 15:20
21ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ’ ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ Καβσεηλ καὶ Εδραι καὶ ΙαγουρSelect Joshua 15:21
22καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ καὶ Κινα καὶ Διμωνα καὶ ΑδαδαSelect Joshua 15:22
23καὶ Καδης καὶ Ασοριωναιν καὶ Κεδες καὶ ΙθναζιφSelect Joshua 15:23
24καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν καὶ Τελεμ καὶ ΒαλωθSelect Joshua 15:24
25καὶ αἱ πόλεις Ασερων αὕτη Ασωρ καὶ πόλις Ασερων αὕτη ΑσωρSelect Joshua 15:25
26καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα Αμαμ καὶ Σαμαα καὶ ΜωλαδαSelect Joshua 15:26
27καὶ Σερι καὶ Βαιφαλαδ καὶ Ασεργαδδα καὶ ΒαιθφαλεθSelect Joshua 15:27
28καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν καὶ Ασαρσουλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶνSelect Joshua 15:28
29Βαλα καὶ Βακωκ καὶ Ασομ Βααλα καὶ Αυιμ καὶ ΑσεμSelect Joshua 15:29
30καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα καὶ Ελθωδαδ καὶ Χασιλ καὶ ΕρμαSelect Joshua 15:30
31καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ καὶ Σικελεγ καὶ Μεδεβηνα καὶ ΣανσανναSelect Joshua 15:31
32καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ πόλεις κθ# καὶ αἱ κῶμαι αὐτῶν καὶ Λαβωθ καὶ Σελεϊμ καὶ Ρεμμων πόλεις εἴκοσι καὶ ἐννέα καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 15:32
33ἐν τῇ πεδινῇ Ασταωλ καὶ Ραα καὶ Ασσα ἐν τῇ πεδινῇ Εσθαολ καὶ Σαραα καὶ ΑσναSelect Joshua 15:33
34καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι καὶ Ραμεν καὶ Ζανω καὶ Αδιαθαϊμ καὶ ΗναϊμSelect Joshua 15:34
35καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα καὶ Ιεριμουθ καὶ Οδολλαμ καὶ Νεμρα καὶ Σωχω καὶ ΑζηκαSelect Joshua 15:35
36καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν καὶ Σαργαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 15:36
37Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ Σενναν καὶ Αδασα καὶ ΜαγδαλγαδSelect Joshua 15:37
38καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ καὶ Δαλααν καὶ Μασφα καὶ ΙεχθαηλSelect Joshua 15:38
39καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα καὶ Λαχις καὶ Βαζκαθ καὶ ΑγλωνSelect Joshua 15:39
40καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως καὶ Χαββα καὶ Λαμας καὶ ΧαθλωςSelect Joshua 15:40
41καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν καὶ Γαδηρωθ καὶ Βηθδαγων καὶ Νωμα καὶ Μακηδα πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 15:41
42Λεμνα καὶ Ιθακ Λεβνα καὶ ΑθερSelect Joshua 15:42
43καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ καὶ Ιεφθα καὶ Ασεννα καὶ ΝεσιβSelect Joshua 15:43
44καὶ Κεϊλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν καὶ Κεϊλα καὶ Αχζιβ καὶ Μαρησα καὶ Εδωμ πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 15:44
45Ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν Ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆςSelect Joshua 15:45
46ἀπὸ Ακκαρων Γεμνα καὶ πᾶσαι ὅσαι εἰσὶν πλησίον Ασηδωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἀπὸ Ακκαρων Ιεμναι καὶ πᾶσαι ὅσαι εἰσὶν πλησίον Ασδωδ καὶ αἱ κῶμαιSelect Joshua 15:46
47Ασιεδωθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζειSelect Joshua 15:47
48καὶ ἐν τῇ ὀρεινῇ Σαμιρ καὶ Ιεθερ καὶ Σωχα καὶ ἐν τῇ ὀρεινῇ Σαφιρ καὶ Ιεθερ καὶ ΣωχωSelect Joshua 15:48
49καὶ Ρεννα καὶ Πόλις γραμμάτων αὕτη Δαβιρ καὶ Ρεννα πόλις γραμμάτων αὕτη ἐστὶν ΔαβιρSelect Joshua 15:49
50καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ καὶ Ανωβ καὶ Εσθεμω καὶ ΑνιμSelect Joshua 15:50
51καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν καὶ Γοσομ καὶ Χιλουων καὶ Γηλων πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 15:51
52Αιρεμ καὶ Ρεμνα καὶ Σομα Ερεβ καὶ Εσαν καὶ ΡουμαSelect Joshua 15:52
53καὶ Ιεμαϊν καὶ Βαιθαχου καὶ Φακουα καὶ Ιανουμ καὶ Βαιθθαπφουε καὶ ΑφακαSelect Joshua 15:53
54καὶ Ευμα καὶ πόλις Αρβοκ αὕτη ἐστὶν Χεβρων καὶ Σωρθ πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν καὶ Χαμματα καὶ πόλις Αρβο αὕτη ἐστὶν Χεβρων καὶ Σιωρ πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 15:54
55Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν Μαων καὶ Χερμελ καὶ Ζιφ καὶ ΙετταSelect Joshua 15:55
56καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναϊμ καὶ Ιεζραελ καὶ Ιεκδααμ καὶ ΖανωακιμSelect Joshua 15:56
57καὶ Γαβαα καὶ Θαμναθα πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν καὶ Γαβαα καὶ Θαμνα πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 15:57
58Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων Αλουλ καὶ Βαιθσουρ καὶ ΓεδωρSelect Joshua 15:58
59καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν Θεκω καὶ Εφραθα αὕτη ἐστὶν Βαιθλεεμ καὶ Φαγωρ καὶ Αιταν καὶ Κουλον καὶ Ταταμ καὶ Εωβης καὶ Καρεμ καὶ Γαλεμ καὶ Θεθηρ καὶ Μανοχω πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν καὶ Μαρωθ καὶ Βαιθανωθ καὶ Ελθεκεν πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν Θεκω καὶ Εφραθα αὕτη ἐστὶν Βηθλεεμ καὶ Φαγωρ καὶ Αιταμ καὶ Κουλον καὶ Ταταμι καὶ Σωρης καὶ Καρεμ καὶ Γαλλιμ καὶ Βαιθηρ καὶ Μανοχω πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 15:59
60Καριαθβααλ αὕτη ἡ πόλις Ιαριμ καὶ Σωθηβα πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν Καριαθβααλ αὕτη πόλις Ιαριμ καὶ Αρεββα πόλεις δύο καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶνSelect Joshua 15:60
61καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα Βαδδαργις καὶ Βηθαραβα καὶ Μαδων καὶ ΣοχοχαSelect Joshua 15:61
62καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν καὶ Νεβσαν καὶ αἱ πόλεις ἁλῶν καὶ Ηνγαδδι πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 15:62
63καὶ ὁ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνηςSelect Joshua 15:63
OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution