Skip to content
Church.wiki
2 Chronicles

2 Chronicles 16

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ασα ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ασα βασιλεῖ ΙουδαSelect 2 Chronicles 16:1

2καὶ ἔλαβεν Ασα χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγωνSelect 2 Chronicles 16:2

3διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον δεῦρο καὶ διασκέδασον ἀπ’ ἐμοῦ τὸν Βαασα βασιλέα Ισραηλ καὶ ἀπελθέτω ἀπ’ ἐμοῦSelect 2 Chronicles 16:3

4καὶ ἤκουσεν υἱὸς Αδερ τοῦ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ισραηλ καὶ ἐπάταξεν τὴν Ιων καὶ τὴν Δαν καὶ τὴν Αβελμαιν καὶ πάσας τὰς περιχώρους ΝεφθαλιSelect 2 Chronicles 16:4

5καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασα ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμα καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦSelect 2 Chronicles 16:5

6καὶ Ασα ὁ βασιλεὺς ἔλαβεν πάντα τὸν Ιουδαν καὶ ἔλαβεν τοὺς λίθους τῆς Ραμα καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησεν Βαασα καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαε καὶ τὴν ΜασφαSelect 2 Chronicles 16:6

7καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ανανι ὁ προφήτης πρὸς Ασα βασιλέα Ιουδα καὶ εἶπεν αὐτῷ ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ κύριον θεόν σου διὰ τοῦτο ἐσώθη δύναμις Συρίας ἀπὸ τῆς χειρός σουSelect 2 Chronicles 16:7

8οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ κύριον παρέδωκεν εἰς τὰς χεῖράς σουSelect 2 Chronicles 16:8

9ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν ἠγνόηκας ἐπὶ τούτῳ ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμοςSelect 2 Chronicles 16:9

10καὶ ἐθυμώθη Ασα τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν ὅτι ὠργίσθη ἐπὶ τούτῳ καὶ ἐλυμήνατο Ασα ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳSelect 2 Chronicles 16:10

11καὶ ἰδοὺ οἱ λόγοι Ασα οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ιουδα καὶ ΙσραηλSelect 2 Chronicles 16:11

12καὶ ἐμαλακίσθη Ασα ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς πόδας ἕως σφόδρα ἐμαλακίσθη καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησεν κύριον ἀλλὰ τοὺς ἰατρούςSelect 2 Chronicles 16:12

13καὶ ἐκοιμήθη Ασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦSelect 2 Chronicles 16:13

14καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυιδ καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδραSelect 2 Chronicles 16:14

Next: 2 Chronicles 17Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

2 Chronicles

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.