2 Chronicles 17
OT LXX Accented
Translation: LXX
1καὶ ἐβασίλευσεν Ιωσαφατ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ καὶ κατίσχυσεν Ιωσαφατ ἐπὶ τὸν ΙσραηλSelect 2 Chronicles 17:1
2καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτοῦSelect 2 Chronicles 17:2
3καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλαSelect 2 Chronicles 17:3
4ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργαSelect 2 Chronicles 17:4
5καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαφατ καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλήSelect 2 Chronicles 17:5
6καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς ΙουδαSelect 2 Chronicles 17:6
7καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν ΙουδαSelect 2 Chronicles 17:7
8καὶ μετ’ αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῖται καὶ μετ’ αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῖςSelect 2 Chronicles 17:8
9καὶ ἐδίδασκον ἐν Ιουδα καὶ μετ’ αὐτῶν βύβλος νόμου κυρίου καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόνSelect 2 Chronicles 17:9
10καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς ΙωσαφατSelect 2 Chronicles 17:10
11καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίουςSelect 2 Chronicles 17:11
12καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράςSelect 2 Chronicles 17:12
13καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν ΙερουσαλημSelect 2 Chronicles 17:13
14καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν τῷ Ιουδα χιλίαρχοι Εδνας ὁ ἄρχων καὶ μετ’ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδεςSelect 2 Chronicles 17:14
15καὶ μετ’ αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ’ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδεςSelect 2 Chronicles 17:15
16καὶ μετ’ αὐτὸν Αμασιας ὁ τοῦ Ζαχρι ὁ προθυμούμενος τῷ κυρίῳ καὶ μετ’ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεωςSelect 2 Chronicles 17:16
17καὶ ἐκ τοῦ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ’ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδεςSelect 2 Chronicles 17:17
18καὶ μετ’ αὐτὸν Ιωζαβαδ καὶ μετ’ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμουSelect 2 Chronicles 17:18
19οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ ΙουδαίᾳSelect 2 Chronicles 17:19
OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution