Skip to content
Church.wiki
2 Chronicles

2 Chronicles 33

OT LXX Accented

Translation: LXX
Start reading

1ὢν δέκα δύο ἐτῶν Μανασσης ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν ΙερουσαλημSelect 2 Chronicles 33:1

2καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν οὓς ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν ΙσραηλSelect 2 Chronicles 33:2

3καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ καὶ ἔστησεν στήλας ταῖς Βααλιμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησεν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖςSelect 2 Chronicles 33:3

4καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ κυρίου οὗ εἶπεν κύριος ἐν Ιερουσαλημ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶναSelect 2 Chronicles 33:4

5καὶ ᾠκοδόμησεν θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίουSelect 2 Chronicles 33:5

6καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γαι‐βαναι‐εννομ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπαοιδούς ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ παροργίσαι αὐτόνSelect 2 Chronicles 33:6

7καὶ ἔθηκεν τὸ γλυπτὸν καὶ τὸ χωνευτόν εἰκόνα ἣν ἐποίησεν ἐν οἴκῳ θεοῦ οὗ εἶπεν ὁ θεὸς πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων υἱὸν αὐτοῦ ἐν τῷ οἴκῳ τούτῳ καὶ Ιερουσαλημ ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ισραηλ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶναSelect 2 Chronicles 33:7

8καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα ἃ ἐνετειλάμην αὐτοῖς κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ ΜωυσῆSelect 2 Chronicles 33:8

9καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν ΙσραηλSelect 2 Chronicles 33:9

10καὶ ἐλάλησεν κύριος ἐπὶ Μανασση καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ οὐκ ἐπήκουσανSelect 2 Chronicles 33:10

11καὶ ἤγαγεν κύριος ἐπ’ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ασσουρ καὶ κατέλαβον τὸν Μανασση ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς ΒαβυλῶναSelect 2 Chronicles 33:11

12καὶ ὡς ἐθλίβη ἐζήτησεν τὸ πρόσωπον κυρίου τοῦ θεοῦ αὐτοῦ καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου θεοῦ τῶν πατέρων αὐτοῦSelect 2 Chronicles 33:12

13καὶ προσηύξατο πρὸς αὐτόν καὶ ἐπήκουσεν αὐτοῦ καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ιερουσαλημ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἔγνω Μανασσης ὅτι κύριος αὐτός ἐστιν ὁ θεόςSelect 2 Chronicles 33:13

14καὶ μετὰ ταῦτα ᾠκοδόμησεν τεῖχος ἔξω τῆς πόλεως Δαυιδ ἀπὸ λιβὸς κατὰ Γιων ἐν τῷ χειμάρρῳ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς τὸ Οφλα καὶ ὕψωσεν σφόδρα καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσιν ταῖς τειχήρεσιν ἐν ΙουδαSelect 2 Chronicles 33:14

15καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου κυρίου καὶ πάντα τὰ θυσιαστήρια ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου κυρίου καὶ ἐν Ιερουσαλημ καὶ ἔξω τῆς πόλεωςSelect 2 Chronicles 33:15

16καὶ κατώρθωσεν τὸ θυσιαστήριον κυρίου καὶ ἐθυσίασεν ἐπ’ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως καὶ εἶπεν τῷ Ιουδα τοῦ δουλεύειν κυρίῳ θεῷ ΙσραηλSelect 2 Chronicles 33:16

17πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν πλὴν κύριος ὁ θεὸς αὐτῶνSelect 2 Chronicles 33:17

18καὶ τὰ λοιπὰ τῶν λόγων Μανασση καὶ ἡ προσευχὴ αὐτοῦ ἡ πρὸς τὸν θεὸν καὶ λόγοι τῶν ὁρώντων λαλούντων πρὸς αὐτὸν ἐπ’ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἰδοὺ ἐπὶ λόγωνSelect 2 Chronicles 33:18

19προσευχῆς αὐτοῦ καὶ ὡς ἐπήκουσεν αὐτοῦ καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ αἱ ἀποστάσεις αὐτοῦ καὶ οἱ τόποι ἐφ’ οἷς ᾠκοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτὰ πρὸ τοῦ ἐπιστρέψαι ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντωνSelect 2 Chronicles 33:19

20καὶ ἐκοιμήθη Μανασσης μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αμων υἱὸς αὐτοῦSelect 2 Chronicles 33:20

21ὢν εἴκοσι καὶ δύο ἐτῶν Αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ΙερουσαλημSelect 2 Chronicles 33:21

22καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ καὶ πᾶσιν τοῖς εἰδώλοις οἷς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ ἔθυεν Αμων καὶ ἐδούλευσεν αὐτοῖςSelect 2 Chronicles 33:22

23καὶ οὐκ ἐταπεινώθη ἐναντίον κυρίου ὡς ἐταπεινώθη Μανασσης ὁ πατὴρ αὐτοῦ ὅτι υἱὸς αὐτοῦ Αμων ἐπλήθυνεν πλημμέλειανSelect 2 Chronicles 33:23

24καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦSelect 2 Chronicles 33:24

25καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ιωσιαν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦSelect 2 Chronicles 33:25

Next: 2 Chronicles 34Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

2 Chronicles

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.