1 Kings 4
Septuagint
Translation: LXX
Modern translations such as the NIV or ESV are not available yet. They need a license, and we will add them when one is in place. All translations and their sources
1καὶ ἦν ὁ βασιλεὺς Σαλωμων βασιλεύων ἐπὶ ΙσραηλSelect 1 Kings 4:1
2καὶ οὗτοι οἱ ἄρχοντες οἳ ἦσαν αὐτοῦ Αζαριου υἱὸς ΣαδωκSelect 1 Kings 4:2
3καὶ Ελιαρεφ καὶ Αχια υἱὸς Σαβα γραμματεῖς καὶ Ιωσαφατ υἱὸς Αχιλιδ ὑπομιμνῄσκωνSelect 1 Kings 4:3
4καὶ Σαδουχ καὶ Αβιαθαρ ἱερεῖςSelect 1 Kings 4:4
5καὶ Ορνια υἱὸς Ναθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβουθ υἱὸς Ναθαν ἑταῖρος τοῦ βασιλέωςSelect 1 Kings 4:5
6καὶ Αχιηλ οἰκονόμος καὶ Ελιαβ υἱὸς Σαφ ἐπὶ τῆς πατριᾶς καὶ Αδωνιραμ υἱὸς Εφρα ἐπὶ τῶν φόρωνSelect 1 Kings 4:6
7καὶ τῷ Σαλωμων δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖνSelect 1 Kings 4:7
8καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Βενωρ ἐν ὄρει Εφραιμ εἷςSelect 1 Kings 4:8
9υἱὸς Ρηχαβ ἐν Μαχεμας καὶ Βηθαλαμιν καὶ Βαιθσαμυς καὶ Αιλων ἕως Βαιθαναν εἷςSelect 1 Kings 4:9
10υἱὸς Εσωθ Βηρβηθνεμα Λουσαμηνχα καὶ ΡησφαραSelect 1 Kings 4:10
11Χιναναδαβ καὶ Αναφαθι ἀνὴρ Ταβληθ θυγάτηρ Σαλωμων ἦν αὐτῷ εἰς γυναῖκα εἷςSelect 1 Kings 4:11
12Βακχα υἱὸς Αχιλιδ Θααναχ καὶ Μεκεδω καὶ πᾶς ὁ οἶκος Σαν ὁ παρὰ Σεσαθαν ὑποκάτω τοῦ Εσραε καὶ ἐκ Βαισαφουδ Εβελμαωλα ἕως Μαεβερ Λουκαμ εἷςSelect 1 Kings 4:12
13υἱὸς Γαβερ ἐν Ρεμαθ Γαλααδ τούτῳ σχοίνισμα Ερεγαβα ἣ ἐν τῇ Βασαν ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ εἷςSelect 1 Kings 4:13
14Αχιναδαβ υἱὸς Αχελ Μααναιν εἷςSelect 1 Kings 4:14
15Αχιμαας ἐν Νεφθαλι καὶ οὗτος ἔλαβεν τὴν Βασεμμαθ θυγατέρα Σαλωμων εἰς γυναῖκα εἷςSelect 1 Kings 4:15
16Βαανα υἱὸς Χουσι ἐν τῇ Μααλαθ εἷςSelect 1 Kings 4:16
17Σαμαα υἱὸς Ηλα ἐν τῷ ΒενιαμινSelect 1 Kings 4:17
18Γαβερ υἱὸς Αδαι ἐν τῇ γῇ Γαδ γῇ Σηων βασιλέως τοῦ Εσεβων καὶ Ωγ βασιλέως τοῦ Βασαν καὶ νασιφ εἷς ἐν γῇ ΙουδαSelect 1 Kings 4:18
19Ιωσαφατ υἱὸς Φουασουδ ἐν ΙσσαχαρSelect 1 Kings 4:19
Septuagint (LXX). Copyrighted, free for non-commercial use. Text from the CrossWire Bible Society module. About this translation