Lamentations 3
Septuagint
Translation: LXX
Modern translations such as the NIV or ESV are not available yet. They need a license, and we will add them when one is in place. All translations and their sources
1ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ’ ἐμέSelect Lamentations 3:1
2παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶςSelect Lamentations 3:2
3πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέρανSelect Lamentations 3:3
4ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψενSelect Lamentations 3:4
5ἀνῳκοδόμησεν κατ’ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησενSelect Lamentations 3:5
6ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνοςSelect Lamentations 3:6
7ἀνῳκοδόμησεν κατ’ ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μουSelect Lamentations 3:7
8καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μουSelect Lamentations 3:8
9ἀνῳκοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξενSelect Lamentations 3:9
10ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοιςSelect Lamentations 3:10
11κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένηνSelect Lamentations 3:11
12ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλοςSelect Lamentations 3:12
13εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦSelect Lamentations 3:13
14ἐγενήθην γέλως παντὶ λαῷ μου ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέρανSelect Lamentations 3:14
15ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολῆςSelect Lamentations 3:15
16καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου ἐψώμισέν με σποδόνSelect Lamentations 3:16
17καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰSelect Lamentations 3:17
18καὶ εἶπα ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίουSelect Lamentations 3:18
19ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μουSelect Lamentations 3:19
20μνησθήσεται καὶ καταδολεσχήσει ἐπ’ ἐμὲ ἡ ψυχή μουSelect Lamentations 3:20
21ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ τοῦτο ὑπομενῶSelect Lamentations 3:21
25ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸνSelect Lamentations 3:25
26καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίουSelect Lamentations 3:26
27ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦSelect Lamentations 3:27
28καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ’ ἑαυτῷSelect Lamentations 3:28
30δώσει τῷ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμῶνSelect Lamentations 3:30
31ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριοςSelect Lamentations 3:31
32ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦSelect Lamentations 3:32
33ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρόςSelect Lamentations 3:33
34τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆςSelect Lamentations 3:34
35τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστουSelect Lamentations 3:35
36καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπενSelect Lamentations 3:36
37τίς οὕτως εἶπεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατοSelect Lamentations 3:37
38ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόνSelect Lamentations 3:38
39τί γογγύσει ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦSelect Lamentations 3:39
40ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίουSelect Lamentations 3:40
41ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷSelect Lamentations 3:41
42ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθηςSelect Lamentations 3:42
43ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς ἀπέκτεινας οὐκ ἐφείσωSelect Lamentations 3:43
44ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆςSelect Lamentations 3:44
45καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶνSelect Lamentations 3:45
46διήνοιξαν ἐφ’ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶνSelect Lamentations 3:46
47φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν ἔπαρσις καὶ συντριβήSelect Lamentations 3:47
48ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μουSelect Lamentations 3:48
49ὁ ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψινSelect Lamentations 3:49
50ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦSelect Lamentations 3:50
51ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεωςSelect Lamentations 3:51
52θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάνSelect Lamentations 3:52
53ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ’ ἐμοίSelect Lamentations 3:53
54ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἶπα ἀπῶσμαιSelect Lamentations 3:54
55ἐπεκαλεσάμην τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτουSelect Lamentations 3:55
56φωνήν μου ἤκουσας μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μουSelect Lamentations 3:56
57εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι μὴ φοβοῦSelect Lamentations 3:57
58ἐδίκασας κύριε τὰς δίκας τῆς ψυχῆς μου ἐλυτρώσω τὴν ζωήν μουSelect Lamentations 3:58
59εἶδες κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μουSelect Lamentations 3:59
60εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοίSelect Lamentations 3:60
61ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ’ ἐμοῦSelect Lamentations 3:61
62χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ’ ἐμοῦ ὅλην τὴν ἡμέρανSelect Lamentations 3:62
63καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶνSelect Lamentations 3:63
64ἀποδώσεις αὐτοῖς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶνSelect Lamentations 3:64
65ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας μόχθον σου αὐτοῖςSelect Lamentations 3:65
66καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ κύριεSelect Lamentations 3:66
Septuagint (LXX). Copyrighted, free for non-commercial use. Text from the CrossWire Bible Society module. About this translation