Lamentations 5
Septuagint
Translation: LXX
Modern translations such as the NIV or ESV are not available yet. They need a license, and we will add them when one is in place. All translations and their sources
1μνήσθητι κύριε ὅ τι ἐγενήθη ἡμῖν ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶνSelect Lamentations 5:1
2κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις οἱ οἶκοι ἡμῶν ξένοιςSelect Lamentations 5:2
3ὀρφανοὶ ἐγενήθημεν οὐχ ὑπάρχει πατήρ μητέρες ἡμῶν ὡς αἱ χῆραιSelect Lamentations 5:3
4ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθενSelect Lamentations 5:4
5ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν ἐκοπιάσαμεν οὐκ ἀνεπαύθημενSelect Lamentations 5:5
6Αἴγυπτος ἔδωκεν χεῖρα Ασσουρ εἰς πλησμονὴν αὐτῶνSelect Lamentations 5:6
7οἱ πατέρες ἡμῶν ἥμαρτον οὐχ ὑπάρχουσιν ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομενSelect Lamentations 5:7
8δοῦλοι ἐκυρίευσαν ἡμῶν λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶνSelect Lamentations 5:8
9ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμουSelect Lamentations 5:9
10τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώθη συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦSelect Lamentations 5:10
11γυναῖκας ἐν Σιων ἐταπείνωσαν παρθένους ἐν πόλεσιν ΙουδαSelect Lamentations 5:11
12ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν πρεσβύτεροι οὐκ ἐδοξάσθησανSelect Lamentations 5:12
13ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησανSelect Lamentations 5:13
14καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσανSelect Lamentations 5:14
15κατέλυσεν χαρὰ καρδίας ἡμῶν ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶνSelect Lamentations 5:15
16ἔπεσεν ὁ στέφανος τῆς κεφαλῆς ἡμῶν οὐαὶ δὴ ἡμῖν ὅτι ἡμάρτομενSelect Lamentations 5:16
17περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶνSelect Lamentations 5:17
18ἐπ’ ὄρος Σιων ὅτι ἠφανίσθη ἀλώπεκες διῆλθον ἐν αὐτῇSelect Lamentations 5:18
19σὺ δέ κύριε εἰς τὸν αἰῶνα κατοικήσεις ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάνSelect Lamentations 5:19
20ἵνα τί εἰς νεῖκος ἐπιλήσῃ ἡμῶν καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶνSelect Lamentations 5:20
21ἐπίστρεψον ἡμᾶς κύριε πρὸς σέ καὶ ἐπιστραφησόμεθα καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθενSelect Lamentations 5:21
22ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς ὠργίσθης ἐφ’ ἡμᾶς ἕως σφόδραSelect Lamentations 5:22
Septuagint (LXX). Copyrighted, free for non-commercial use. Text from the CrossWire Bible Society module. About this translation