Skip to content
Church.wiki
Jeremiah

Jeremiah 1

OT LXX Accented

Translation: LXX
Start reading

1τὸ ῥῆμα τοῦ θεοῦ ὃ ἐγένετο ἐπὶ Ιερεμιαν τὸν τοῦ Χελκιου ἐκ τῶν ἱερέων ὃς κατῴκει ἐν Αναθωθ ἐν γῇ ΒενιαμινSelect Jeremiah 1:1

2ὃς ἐγενήθη λόγος τοῦ θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦSelect Jeremiah 1:2

3καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως τῆς αἰχμαλωσίας Ιερουσαλημ ἐν τῷ πέμπτῳ μηνίSelect Jeremiah 1:3

4καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνSelect Jeremiah 1:4

5πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε προφήτην εἰς ἔθνη τέθεικά σεSelect Jeremiah 1:5

6καὶ εἶπα ὦ δέσποτα κύριε ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν ὅτι νεώτερος ἐγώ εἰμιSelect Jeremiah 1:6

7καὶ εἶπεν κύριος πρός με μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσειςSelect Jeremiah 1:7

8μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε λέγει κύριοςSelect Jeremiah 1:8

9καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν κύριος πρός με ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σουSelect Jeremiah 1:9

10ἰδοὺ κατέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύεινSelect Jeremiah 1:10

11καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων τί σὺ ὁρᾷς Ιερεμια καὶ εἶπα βακτηρίαν καρυΐνηνSelect Jeremiah 1:11

12καὶ εἶπεν κύριος πρός με καλῶς ἑώρακας διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούςSelect Jeremiah 1:12

13καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων τί σὺ ὁρᾷς καὶ εἶπα λέβητα ὑποκαιόμενον καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶSelect Jeremiah 1:13

14καὶ εἶπεν κύριος πρός με ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆνSelect Jeremiah 1:14

15διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς λέγει κύριος καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις ΙουδαSelect Jeremiah 1:15

16καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶνSelect Jeremiah 1:16

17καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα ὅσα ἂν ἐντείλωμαί σοι μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε λέγει κύριοςSelect Jeremiah 1:17

18ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασιν τοῖς βασιλεῦσιν Ιουδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆςSelect Jeremiah 1:18

19καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε εἶπεν κύριοςSelect Jeremiah 1:19

Next: Jeremiah 2Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Jeremiah

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.