Skip to content
Church.wiki
Jeremiah

Jeremiah 12

OT LXX Accented

Translation: LXX
Start reading

1δίκαιος εἶ κύριε ὅτι ἀπολογήσομαι πρὸς σέ πλὴν κρίματα λαλήσω πρὸς σέ τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματαSelect Jeremiah 12:1

2ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶνSelect Jeremiah 12:2

3καὶ σύ κύριε γινώσκεις με δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶνSelect Jeremiah 12:3

4ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ ἠφανίσθησαν κτήνη καὶ πετεινά ὅτι εἶπαν οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμῶνSelect Jeremiah 12:4

5σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε πῶς παρασκευάσῃ ἐφ’ ἵπποις καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας πῶς ποιήσεις ἐν φρυάγματι τοῦ ΙορδάνουSelect Jeremiah 12:5

6ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου καὶ οὗτοι ἠθέτησάν σε καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν μὴ πιστεύσῃς ἐν αὐτοῖς ὅτι λαλήσουσιν πρὸς σὲ καλάSelect Jeremiah 12:6

7ἐγκαταλέλοιπα τὸν οἶκόν μου ἀφῆκα τὴν κληρονομίαν μου ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆςSelect Jeremiah 12:7

8ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς διὰ τοῦτο ἐμίσησα αὐτήνSelect Jeremiah 12:8

9μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς βαδίσατε συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήνSelect Jeremiah 12:9

10ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου ἐμόλυναν τὴν μερίδα μου ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατονSelect Jeremiah 12:10

11ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας δῑ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳSelect Jeremiah 12:11

12ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες ὅτι μάχαιρα τοῦ κυρίου καταφάγεται ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκίSelect Jeremiah 12:12

13σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίουSelect Jeremiah 12:13

14ὅτι τάδε λέγει κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου ἧς ἐμέρισα τῷ λαῷ μου Ισραηλ ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν Ιουδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶνSelect Jeremiah 12:14

15καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦSelect Jeremiah 12:15

16καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου ζῇ κύριος καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βααλ καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μουSelect Jeremiah 12:16

17ἐὰν δὲ μὴ ἐπιστρέψωσιν καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳSelect Jeremiah 12:17

Next: Jeremiah 13Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Jeremiah

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.