Skip to content
Church.wiki
Jeremiah

Jeremiah 34

OT LXX Accented

Translation: LXX
Start reading

2οὕτως εἶπεν κύριος ποίησον δεσμοὺς καὶ κλοιοὺς καὶ περίθου περὶ τὸν τράχηλόν σουSelect Jeremiah 34:2

3καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ιδουμαίας καὶ πρὸς βασιλέα Μωαβ καὶ πρὸς βασιλέα υἱῶν Αμμων καὶ πρὸς βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ιερουσαλημ πρὸς Σεδεκιαν βασιλέα ΙουδαSelect Jeremiah 34:3

4καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶνSelect Jeremiah 34:4

5ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύι μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μουSelect Jeremiah 34:5

6ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷSelect Jeremiah 34:6

8καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς εἶπεν κύριος ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦSelect Jeremiah 34:8

9καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν φαρμακῶν ὑμῶν τῶν λεγόντων οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ ΒαβυλῶνοςSelect Jeremiah 34:9

10ὅτι ψευδῆ αὐτοὶ προφητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶνSelect Jeremiah 34:10

11καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇSelect Jeremiah 34:11

12καὶ πρὸς Σεδεκιαν βασιλέα Ιουδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων εἰσαγάγετε τὸν τράχηλον ὑμῶνSelect Jeremiah 34:12

14καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖνSelect Jeremiah 34:14

15ὅτι οὐκ ἀπέστειλα αὐτούς φησὶν κύριος καὶ προφητεύουσιν τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς καὶ ἀπολεῖσθε ὑμεῖς καὶ οἱ προφῆται ὑμῶν οἱ προφητεύοντες ὑμῖν ἐπ’ ἀδίκῳ ψευδῆSelect Jeremiah 34:15

16ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων οὕτως εἶπεν κύριος μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν λεγόντων ἰδοὺ σκεύη οἴκου κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν οὐκ ἀπέστειλα αὐτούςSelect Jeremiah 34:16

18εἰ προφῆταί εἰσιν καὶ εἰ ἔστιν λόγος κυρίου ἐν αὐτοῖς ἀπαντησάτωσάν μοιSelect Jeremiah 34:18

19ὅτι οὕτως εἶπεν κύριος καὶ τῶν ἐπιλοίπων σκευῶνSelect Jeremiah 34:19

20ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος ὅτε ἀπῴκισεν τὸν Ιεχονιαν ἐξ ΙερουσαλημSelect Jeremiah 34:20

22εἰς Βαβυλῶνα εἰσελεύσεται λέγει κύριοςSelect Jeremiah 34:22

Next: Jeremiah 35Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Jeremiah

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.