Skip to content
Church.wiki
Isaiah

Isaiah 27

OT LXX Accented

Translation: LXX
Start reading

1τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκονταSelect Isaiah 27:1

2τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός ἐπιθύμημα ἐξάρχειν κατ’ αὐτῆςSelect Isaiah 27:2

3ἐγὼ πόλις ἰσχυρά πόλις πολιορκουμένη μάτην ποτιῶ αὐτήν ἁλώσεται γὰρ νυκτός ἡμέρας δὲ πεσεῖται τὸ τεῖχοςSelect Isaiah 27:3

4οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν τοίνυν διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεὸς πάντα ὅσα συνέταξεν κατακέκαυμαιSelect Isaiah 27:4

5βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ ποιήσωμεν εἰρήνην αὐτῷ ποιήσωμεν εἰρήνηνSelect Isaiah 27:5

6οἱ ἐρχόμενοι τέκνα Ιακωβ βλαστήσει καὶ ἐξανθήσει Ισραηλ καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦSelect Isaiah 27:6

7μὴ ὡς αὐτὸς ἐπάταξεν καὶ αὐτὸς οὕτως πληγήσεται καὶ ὡς αὐτὸς ἀνεῖλεν οὕτως ἀναιρεθήσεταιSelect Isaiah 27:7

8μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦSelect Isaiah 27:8

9διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ιακωβ καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράνSelect Isaiah 27:9

10τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα καὶ ἐκεῖ ἀναπαύσονταιSelect Isaiah 27:10

11καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι γυναῖκες ἐρχόμεναι ἀπὸ θέας δεῦτε οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν διὰ τοῦτο οὐ μὴ οἰκτιρήσῃ ὁ ποιήσας αὐτούς οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃSelect Isaiah 27:11

12καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕναSelect Isaiah 27:12

13καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν ΙερουσαλημSelect Isaiah 27:13

Next: Isaiah 28Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Isaiah

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses a voice on this device.