Proverbs 25
OT LXX Accented
Translation: LXX
1αὗται αἱ παιδεῖαι σαλωμῶντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς ΙουδαίαςSelect Proverbs 25:1
2δόξα θεοῦ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμᾷ πράγματαSelect Proverbs 25:2
3οὐρανὸς ὑψηλός γῆ δὲ βαθεῖα καρδία δὲ βασιλέως ἀνεξέλεγκτοςSelect Proverbs 25:3
4τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπανSelect Proverbs 25:4
5κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦSelect Proverbs 25:5
6μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασοSelect Proverbs 25:6
7κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι ἀνάβαινε πρός με ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγεSelect Proverbs 25:7
8μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλοςSelect Proverbs 25:8
9ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνειSelect Proverbs 25:9
10μή σε ὀνειδίσῃ μὲν ὁ φίλος ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται ἀλλ’ ἔσται σοι ἴση θανάτῳ χάρις καὶ φιλία ἐλευθεροῖ ἃς τήρησον σεαυτῷ ἵνα μὴ ἐπονείδιστος γένῃ ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτωςSelect Proverbs 25:10
11μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου οὕτως εἰπεῖν λόγονSelect Proverbs 25:11
12εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὖςSelect Proverbs 25:12
13ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖSelect Proverbs 25:13
14ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖSelect Proverbs 25:14
15ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶSelect Proverbs 25:15
16μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέσῃςSelect Proverbs 25:16
17σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον μήποτε πλησθείς σου μισήσῃ σεSelect Proverbs 25:17
18ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆSelect Proverbs 25:18
19ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇSelect Proverbs 25:19
20ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίανSelect Proverbs 25:20
21ἐὰν πεινᾷ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόνSelect Proverbs 25:21
22τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθάSelect Proverbs 25:22
23ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζειSelect Proverbs 25:23
24κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇSelect Proverbs 25:24
25ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθενSelect Proverbs 25:25
26ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦςSelect Proverbs 25:26
27ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμᾶν δὲ χρὴ λόγους ἐνδόξουςSelect Proverbs 25:27
28ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσειSelect Proverbs 25:28
OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution