Skip to content
Church.wiki
1 Kings

1 Kings 18

Septuagint

Translation: LXX

Modern translations such as the NIV or ESV are not available yet. They need a license, and we will add them when one is in place. All translations and their sources

Start reading

1καὶ ἐγένετο μεθ’ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων πορεύθητι καὶ ὄφθητι τῷ Αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆςSelect 1 Kings 18:1

2καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν ΣαμαρείᾳSelect 1 Kings 18:2

3καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον καὶ Αβδιου ἦν φοβούμενος τὸν κύριον σφόδραSelect 1 Kings 18:3

4καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατιSelect 1 Kings 18:4

5καὶ εἶπεν Αχααβ πρὸς Αβδιου δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶνSelect 1 Kings 18:5

6καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνοςSelect 1 Kings 18:6

7καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτός κύριέ μου ΗλιουSelect 1 Kings 18:7

8καὶ εἶπεν Ηλιου αὐτῷ ἐγώ πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ ΗλιουSelect 1 Kings 18:8

9καὶ εἶπεν Αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί μεSelect 1 Kings 18:9

10ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε καὶ εἶπον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς ὅτι οὐχ εὕρηκέν σεSelect 1 Kings 18:10

11καὶ νῦν σὺ λέγεις πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου ἰδοὺ ΗλιουSelect 1 Kings 18:11

12καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ καὶ πνεῦμα κυρίου ἀρεῖ σε εἰς γῆν ἣν οὐκ οἶδα καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Αχααβ καὶ ἀποκτενεῖ με καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦSelect 1 Kings 18:12

13ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατιSelect 1 Kings 18:13

14καὶ νῦν σὺ λέγεις μοι πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου καὶ ἀποκτενεῖ μεSelect 1 Kings 18:14

15καὶ εἶπεν Ηλιου ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι σήμερον ὀφθήσομαι αὐτῷSelect 1 Kings 18:15

16καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν ΗλιουSelect 1 Kings 18:16

17καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου καὶ εἶπεν Αχααβ πρὸς Ηλιου εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν ΙσραηλSelect 1 Kings 18:17

18καὶ εἶπεν Ηλιου οὐ διαστρέφω τὸν Ισραηλ ὅτι ἀλλ’ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν ΒααλιμSelect 1 Kings 18:18

19καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν ΙεζαβελSelect 1 Kings 18:19

20καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ ΚαρμήλιονSelect 1 Kings 18:20

21καὶ προσήγαγεν Ηλιου πρὸς πάντας καὶ εἶπεν αὐτοῖς Ηλιου ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτοῦ εἰ δὲ ὁ Βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτοῦ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγονSelect 1 Kings 18:21

22καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος καὶ οἱ προφῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοιSelect 1 Kings 18:22

23δότωσαν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶSelect 1 Kings 18:23

24καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ θεοῦ μου καὶ ἔσται ὁ θεός ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί οὗτος θεός καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον καλὸν τὸ ῥῆμα ὃ ἐλάλησαςSelect 1 Kings 18:24

25καὶ εἶπεν Ηλιου τοῖς προφήταις τῆς αἰσχύνης ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι ὅτι πολλοὶ ὑμεῖς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτεSelect 1 Kings 18:25

26καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον ἐπάκουσον ἡμῶν ὁ Βααλ ἐπάκουσον ἡμῶν καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησανSelect 1 Kings 18:26

27καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἶπεν ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτῷ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεταιSelect 1 Kings 18:27

28καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ’ αὐτούςSelect 1 Kings 18:28

29καὶ ἐπροφήτευον ἕως οὗ παρῆλθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ τοῦ νῦν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπῆλθονSelect 1 Kings 18:29

30καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πᾶς ὁ λαὸς πρὸς αὐτόνSelect 1 Kings 18:30

31καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ’ ἀριθμὸν φυλῶν τοῦ Ισραηλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σουSelect 1 Kings 18:31

32καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίουSelect 1 Kings 18:32

33καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριονSelect 1 Kings 18:33

34καὶ εἶπεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἶπεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἶπεν τρισσώσατε καὶ ἐτρίσσευσανSelect 1 Kings 18:34

35καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατοςSelect 1 Kings 18:35

36καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦταSelect 1 Kings 18:36

37ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσωSelect 1 Kings 18:37

38καὶ ἔπεσεν πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θααλα καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρSelect 1 Kings 18:38

39καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον ἀληθῶς κύριός ἐστιν ὁ θεός αὐτὸς ὁ θεόςSelect 1 Kings 18:39

40καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας τοῦ Βααλ μηθεὶς σωθήτω ἐξ αὐτῶν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖSelect 1 Kings 18:40

41καὶ εἶπεν Ηλιου τῷ Αχααβ ἀνάβηθι καὶ φάγε καὶ πίε ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦSelect 1 Kings 18:41

42καὶ ἀνέβη Αχααβ τοῦ φαγεῖν καὶ πιεῖν καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦSelect 1 Kings 18:42

43καὶ εἶπεν τῷ παιδαρίῳ αὑτοῦ ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν οὐκ ἔστιν οὐθέν καὶ εἶπεν Ηλιου καὶ σὺ ἐπίστρεψον ἑπτάκι καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκιSelect 1 Kings 18:43

44καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἶπεν ἀνάβηθι καὶ εἰπὸν τῷ Αχααβ ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβῃ σε ὁ ὑετόςSelect 1 Kings 18:44

45καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς ΙεζραελSelect 1 Kings 18:45

46καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν Αχααβ ἕως ΙεζραελSelect 1 Kings 18:46

Next: 1 Kings 19Continue reading

Septuagint (LXX). Copyrighted, free for non-commercial use. Text from the CrossWire Bible Society module. About this translation

Reading settings

Choose a passage

Old Testament

New Testament

1 Kings

Selected verses

Select another verse to extend the range.

Highlight

My Bible

About this name

Listen

Uses an English voice provided by your browser.