Skip to content
Church.wiki
1 Samuel

1 Samuel 12

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ εἶπεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ’ ὑμᾶς βασιλέαSelect 1 Samuel 12:1

2καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτηςSelect 1 Samuel 12:2

3ἰδοὺ ἐγώ ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα ἀποκρίθητε κατ’ ἐμοῦ καὶ ἀποδώσω ὑμῖνSelect 1 Samuel 12:3

4καὶ εἶπαν πρὸς Σαμουηλ οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδένSelect 1 Samuel 12:4

5καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν καὶ εἶπαν μάρτυςSelect 1 Samuel 12:5

6καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ααρων ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ ΑἰγύπτουSelect 1 Samuel 12:6

7καὶ νῦν κατάστητε καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶνSelect 1 Samuel 12:7

8ὡς εἰσῆλθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς κύριον καὶ ἀπέστειλεν κύριος τὸν Μωυσῆν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳSelect 1 Samuel 12:8

9καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωαβ καὶ ἐπολέμησαν ἐν αὐτοῖςSelect 1 Samuel 12:9

10καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ἡμάρτομεν ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν καὶ δουλεύσομέν σοιSelect 1 Samuel 12:10

11καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν καὶ κατῳκεῖτε πεποιθότεςSelect 1 Samuel 12:11

12καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱῶν Αμμων ἦλθεν ἐφ’ ὑμᾶς καὶ εἴπατε οὐχί ἀλλ’ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ’ ἡμῶν καὶ κύριος ὁ θεὸς ἡμῶν βασιλεὺς ἡμῶνSelect 1 Samuel 12:12

13καὶ νῦν ἰδοὺ ὁ βασιλεύς ὃν ἐξελέξασθε καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ’ ὑμᾶς βασιλέαSelect 1 Samuel 12:13

14ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ’ ὑμῶν ὀπίσω κυρίου πορευόμενοιSelect 1 Samuel 12:14

15ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶνSelect 1 Samuel 12:15

16καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶνSelect 1 Samuel 12:16

17οὐχὶ θερισμὸς πυρῶν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέαSelect 1 Samuel 12:17

18καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν ΣαμουηλSelect 1 Samuel 12:18

19καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέαSelect 1 Samuel 12:19

20καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μὴ φοβεῖσθε ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶνSelect 1 Samuel 12:20

21καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται ὅτι οὐθέν εἰσινSelect 1 Samuel 12:21

22ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόνSelect 1 Samuel 12:22

23καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν καὶ δουλεύσω τῷ κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖανSelect 1 Samuel 12:23

24πλὴν φοβεῖσθε τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ’ ὑμῶνSelect 1 Samuel 12:24

25καὶ ἐὰν κακίᾳ κακοποιήσητε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθεSelect 1 Samuel 12:25

Next: 1 Samuel 13Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

1 Samuel

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.