2 Chronicles 13
OT LXX Accented
Translation: LXX
1ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιεροβοαμ ἐβασίλευσεν Αβια ἐπὶ ΙουδανSelect 2 Chronicles 13:1
2ἔτη τρία ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχα θυγάτηρ Ουριηλ ἀπὸ Γαβαων καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβια καὶ ἀνὰ μέσον ΙεροβοαμSelect 2 Chronicles 13:2
3καὶ παρετάξατο Αβια τὸν πόλεμον ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν καὶ Ιεροβοαμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσιν δυνατοὶ πολεμισταὶ δυνάμεωςSelect 2 Chronicles 13:3
4καὶ ἀνέστη Αβια ἀπὸ τοῦ ὄρους Σομορων ὅ ἐστιν ἐν τῷ ὄρει Εφραιμ καὶ εἶπεν ἀκούσατε Ιεροβοαμ καὶ πᾶς ΙσραηλSelect 2 Chronicles 13:4
5οὐχ ὑμῖν γνῶναι ὅτι κύριος ὁ θεὸς Ισραηλ ἔδωκεν βασιλείαν ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα τῷ Δαυιδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκην ἁλόςSelect 2 Chronicles 13:5
6καὶ ἀνέστη Ιεροβοαμ ὁ τοῦ Ναβατ ὁ παῖς Σαλωμων τοῦ Δαυιδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦSelect 2 Chronicles 13:6
7καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ Ροβοαμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦSelect 2 Chronicles 13:7
8καὶ νῦν λέγετε ὑμεῖς ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας κυρίου διὰ χειρὸς υἱῶν Δαυιδ καὶ ὑμεῖς πλῆθος πολύ καὶ μεθ’ ὑμῶν μόσχοι χρυσοῖ οὓς ἐποίησεν ὑμῖν Ιεροβοαμ εἰς θεούςSelect 2 Chronicles 13:8
9ἦ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς κυρίου τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πᾶς ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷSelect 2 Chronicles 13:9
10καὶ ἡμεῖς κύριον τὸν θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ κυρίῳ οἱ υἱοὶ Ααρων καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶνSelect 2 Chronicles 13:10
11θυμιῶσιν τῷ κυρίῳ ὁλοκαυτώματα πρωὶ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λυχνοὶ τῆς καύσεως ἀνάψαι δείλης ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς κυρίου τοῦ θεοῦ τῶν πατέρων ἡμῶν καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόνSelect 2 Chronicles 13:11
12καὶ ἰδοὺ μεθ’ ἡμῶν ἐν ἀρχῇ κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ’ ὑμᾶς οἱ υἱοὶ τοῦ Ισραηλ πολεμήσετε πρὸς κύριον θεὸν τῶν πατέρων ἡμῶν ὅτι οὐκ εὐοδωθήσεται ὑμῖνSelect 2 Chronicles 13:12
13καὶ Ιεροβοαμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθεῖν αὐτῶν ἐκ τῶν ὄπισθεν καὶ ἐγένετο ἔμπροσθεν Ιουδα καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθενSelect 2 Chronicles 13:13
14καὶ ἀπέστρεψεν Ιουδας καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν καὶ ἐβόησαν πρὸς κύριον καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξινSelect 2 Chronicles 13:14
15καὶ ἐβόησαν ἄνδρες Ιουδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ ΙουδαSelect 2 Chronicles 13:15
16καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶνSelect 2 Chronicles 13:16
17καὶ ἐπάταξεν ἐν αὐτοῖς Αβια καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην καὶ ἔπεσον τραυματίαι ἀπὸ Ισραηλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοίSelect 2 Chronicles 13:17
18καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα ὅτι ἤλπισαν ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶνSelect 2 Chronicles 13:18
19καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ’ αὐτοῦ πόλεις τὴν Βαιθηλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Εφρων καὶ τὰς κώμας αὐτῆςSelect 2 Chronicles 13:19
20καὶ οὐκ ἔσχεν ἰσχὺν Ιεροβοαμ ἔτι πάσας τὰς ἡμέρας Αβια καὶ ἐπάταξεν αὐτὸν κύριος καὶ ἐτελεύτησενSelect 2 Chronicles 13:20
21καὶ κατίσχυσεν Αβια καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ θυγατέρας δέκα ἕξSelect 2 Chronicles 13:21
22καὶ οἱ λοιποὶ λόγοι Αβια καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου ΑδδωSelect 2 Chronicles 13:22
23καὶ ἀπέθανεν Αβια μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ ἐν ταῖς ἡμέραις Ασα ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δέκαSelect 2 Chronicles 13:23
OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution