Skip to content
Church.wiki
Amos

Amos 8

OT LXX Accented

Translation: LXX
Start reading

1οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦSelect Amos 8:1

2καὶ εἶπεν τί σὺ βλέπεις Αμως καὶ εἶπα ἄγγος ἰξευτοῦ καὶ εἶπεν κύριος πρός με ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόνSelect Amos 8:2

3καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ ἐπιρρίψω σιωπήνSelect Amos 8:3

4ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆςSelect Amos 8:4

5οἱ λέγοντες πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικονSelect Amos 8:5

6τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθαSelect Amos 8:6

7ὀμνύει κύριος καθ’ ὑπερηφανίας Ιακωβ εἰ ἐπιλησθήσεται εἰς νεῖκος πάντα τὰ ἔργα ὑμῶνSelect Amos 8:7

8καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς ΑἰγύπτουSelect Amos 8:8

9καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ὁ θεός καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶςSelect Amos 8:9

10καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνηςSelect Amos 8:10

11ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίουSelect Amos 8:11

12καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσινSelect Amos 8:12

13ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψειSelect Amos 8:13

14οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες ζῇ ὁ θεός σου Δαν καὶ ζῇ ὁ θεός σου Βηρσαβεε καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτιSelect Amos 8:14

Next: Amos 9Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Amos

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.