Skip to content
Church.wiki
Exodus

Exodus 7

Septuagint

Translation: LXX

Modern translations such as the NIV or ESV are not available yet. They need a license, and we will add them when one is in place. All translations and their sources

Start reading

1καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ἰδοὺ δέδωκά σε θεὸν Φαραω καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτηςSelect Exodus 7:1

2σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦSelect Exodus 7:2

3ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ ΑἰγύπτῳSelect Exodus 7:3

4καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ’ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃSelect Exodus 7:4

5καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ’ Αἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτῶνSelect Exodus 7:5

6ἐποίησεν δὲ Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος οὕτως ἐποίησανSelect Exodus 7:6

7Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα Ααρων δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν ἡνίκα ἐλάλησεν πρὸς ΦαραωSelect Exodus 7:7

8καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγωνSelect Exodus 7:8

9καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραω λέγων δότε ἡμῖν σημεῖον ἢ τέρας καὶ ἐρεῖς Ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἔσται δράκωνSelect Exodus 7:9

10εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἐγένετο δράκωνSelect Exodus 7:10

11συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτωςSelect Exodus 7:11

12καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ καὶ ἐγένοντο δράκοντες καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ααρων τὰς ἐκείνων ῥάβδουςSelect Exodus 7:12

13καὶ κατίσχυσεν ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν αὐτοῖς κύριοςSelect Exodus 7:13

14εἶπεν δὲ κύριος πρὸς Μωυσῆν βεβάρηται ἡ καρδία Φαραω τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόνSelect Exodus 7:14

15βάδισον πρὸς Φαραω τὸ πρωί ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σουSelect Exodus 7:15

16καὶ ἐρεῖς πρὸς αὐτόν κύριος ὁ θεὸς τῶν Εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτουSelect Exodus 7:16

17τάδε λέγει κύριος ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ καὶ μεταβαλεῖ εἰς αἷμαSelect Exodus 7:17

18καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν καὶ ἐποζέσει ὁ ποταμός καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦSelect Exodus 7:18

19εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἰπὸν Ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν καὶ ἔσται αἷμα καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοιςSelect Exodus 7:19

20καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμαSelect Exodus 7:20

21καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν καὶ ἐπώζεσεν ὁ ποταμός καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ ΑἰγύπτουSelect Exodus 7:21

22ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ εἶπεν κύριοςSelect Exodus 7:22

23ἐπιστραφεὶς δὲ Φαραω εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳSelect Exodus 7:23

24ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦSelect Exodus 7:24

25καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόνSelect Exodus 7:25

26εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἴσελθε πρὸς Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσινSelect Exodus 7:26

27εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοιςSelect Exodus 7:27

28καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμίεια τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις σουSelect Exodus 7:28

29καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοιSelect Exodus 7:29

Next: Exodus 8Continue reading

Septuagint (LXX). Copyrighted, free for non-commercial use. Text from the CrossWire Bible Society module. About this translation

Reading settings

Choose a passage

Old Testament

New Testament

Exodus

Selected verses

Select another verse to extend the range.

Highlight

My Bible

About this name

Listen

Uses an English voice provided by your browser.