Skip to content
Church.wiki
Ezekiel

Ezekiel 17

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνSelect Ezekiel 17:1

2υἱὲ ἀνθρώπου διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ ΙσραηλSelect Ezekiel 17:2

3καὶ ἐρεῖς τάδε λέγει κύριος ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρουSelect Ezekiel 17:3

4τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν εἰς πόλιν τετειχισμένην ἔθετο αὐτάSelect Ezekiel 17:4

5καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ’ ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτόSelect Ezekiel 17:5

6καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν τὰ κλήματα αὐτῆς ἐπ’ αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆςSelect Ezekiel 17:6

7καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆςSelect Ezekiel 17:7

8εἰς πεδίον καλὸν ἐφ’ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπὸν τοῦ εἶναι εἰς ἄμπελον μεγάληνSelect Ezekiel 17:8

9διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος εἰ κατευθυνεῖ οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ’ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆςSelect Ezekiel 17:9

10καὶ ἰδοὺ πιαίνεται μὴ κατευθυνεῖ οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασίᾳ σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεταιSelect Ezekiel 17:10

11καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνSelect Ezekiel 17:11

12υἱὲ ἀνθρώπου εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα οὐκ ἐπίστασθε τί ἦν ταῦτα εἰπόν ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς ΒαβυλῶναSelect Ezekiel 17:12

13καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεταιSelect Ezekiel 17:13

14τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήνSelect Ezekiel 17:14

15καὶ ἀποστήσεται ἀπ’ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν εἰ κατευθυνεῖ εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία καὶ παραβαίνων διαθήκην εἰ σωθήσεταιSelect Ezekiel 17:15

16ζῶ ἐγώ λέγει κύριος ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου μετ’ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσειSelect Ezekiel 17:16

17καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ’ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάςSelect Ezekiel 17:17

18καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ μὴ σωθήσεταιSelect Ezekiel 17:18

19διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου ἣν παρέβη καὶ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦSelect Ezekiel 17:19

20καὶ ἐκπετάσω ἐπ’ αὐτὸν τὸ δίκτυόν μου καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦSelect Ezekiel 17:20

21ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκαSelect Ezekiel 17:21

22διότι τάδε λέγει κύριος καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ’ ὄρος ὑψηλόν καὶ κρεμάσω αὐτὸνSelect Ezekiel 17:22

23ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταφυτεύσω καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεταιSelect Ezekiel 17:23

24καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν ἐγὼ κύριος λελάληκα καὶ ποιήσωSelect Ezekiel 17:24

Next: Ezekiel 18Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Ezekiel

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.