Skip to content
Church.wiki
Hosea

Hosea 8

OT LXX Accented

Translation: LXX
Start reading

1εἰς κόλπον αὐτῶν ὡς γῆ ὡς ἀετὸς ἐπ’ οἶκον κυρίου ἀνθ’ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησανSelect Hosea 8:1

2ἐμὲ κεκράξονται ὁ θεός ἐγνώκαμέν σεSelect Hosea 8:2

3ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά ἐχθρὸν κατεδίωξανSelect Hosea 8:3

4ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δῑ ἐμοῦ ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα ὅπως ἐξολεθρευθῶσινSelect Hosea 8:4

5ἀπότριψαι τὸν μόσχον σου Σαμάρεια παρωξύνθη ὁ θυμός μου ἐπ’ αὐτούς ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναιSelect Hosea 8:5

6ἐν τῷ Ισραηλ καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν διότι πλανῶν ἦν ὁ μόσχος σου ΣαμάρειαSelect Hosea 8:6

7ὅτι ἀνεμόφθορα ἔσπειραν καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον ἐὰν δὲ καὶ ποιήσῃ ἀλλότριοι καταφάγονται αὐτόSelect Hosea 8:7

8κατεπόθη Ισραηλ νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστονSelect Hosea 8:8

9ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους ἀνέθαλεν καθ’ ἑαυτὸν Εφραιμ δῶρα ἠγάπησανSelect Hosea 8:9

10διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν νῦν εἰσδέξομαι αὐτούς καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχονταςSelect Hosea 8:10

11ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημέναSelect Hosea 8:11

12καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημέναSelect Hosea 8:12

13διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα κύριος οὐ προσδέξεται αὐτά νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονταιSelect Hosea 8:13

14καὶ ἐπελάθετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ καὶ καταφάγεται τὰ θεμέλια αὐτῶνSelect Hosea 8:14

Next: Hosea 9Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Hosea

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.