Isaiah12Isaiah 12
OT LXX Accented
Translation: LXX
Start reading1καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εὐλογήσω σε κύριε διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς μεSelect Isaiah 12:1
2ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίανSelect Isaiah 12:2
3καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίουSelect Isaiah 12:3
4καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑμνεῖτε κύριον βοᾶτε τὸ ὄνομα αὐτοῦ ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦSelect Isaiah 12:4
5ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇSelect Isaiah 12:5
6ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιων ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆςSelect Isaiah 12:6
Next: Isaiah 13Continue readingOT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution