Skip to content
Church.wiki
Jeremiah

Jeremiah 15

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ εἶπεν κύριος πρός με ἐὰν στῇ Μωυσῆς καὶ Σαμουηλ πρὸ προσώπου μου οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς ἐξαπόστειλον τὸν λαὸν τοῦτον καὶ ἐξελθέτωσανSelect Jeremiah 15:1

2καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ποῦ ἐξελευσόμεθα καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὅσοι εἰς θάνατον εἰς θάνατον καὶ ὅσοι εἰς μάχαιραν εἰς μάχαιραν καὶ ὅσοι εἰς λιμόν εἰς λιμόν καὶ ὅσοι εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίανSelect Jeremiah 15:2

3καὶ ἐκδικήσω ἐπ’ αὐτοὺς τέσσαρα εἴδη λέγει κύριος τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράνSelect Jeremiah 15:3

4καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων ὧν ἐποίησεν ἐν ΙερουσαλημSelect Jeremiah 15:4

5τίς φείσεται ἐπὶ σοί Ιερουσαλημ καὶ τίς δειλιάσει ἐπὶ σοί ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοιSelect Jeremiah 15:5

6σὺ ἀπεστράφης με λέγει κύριος ὀπίσω πορεύσῃ καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε καὶ οὐκέτι ἀνήσω αὐτούςSelect Jeremiah 15:6

7καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶνSelect Jeremiah 15:7

8ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ ἐπέρριψα ἐπ’ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήνSelect Jeremiah 15:8

9ἐκενώθη ἡ τίκτουσα ἑπτά ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας κατῃσχύνθη καὶ ὠνειδίσθη τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶνSelect Jeremiah 15:9

10οἴμμοι ἐγώ μῆτερ ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ οὔτε ὠφέλησα οὔτε ὠφέλησέν με οὐδείς ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις μεSelect Jeremiah 15:10

11γένοιτο δέσποτα κατευθυνόντων αὐτῶν εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόνSelect Jeremiah 15:11

12εἰ γνωσθήσεται σίδηρος καὶ περιβόλαιον χαλκοῦνSelect Jeremiah 15:12

13ἡ ἰσχύς σου καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σουSelect Jeremiah 15:13

14καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου ἐφ’ ὑμᾶς καυθήσεταιSelect Jeremiah 15:14

15κύριε μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸνSelect Jeremiah 15:15

16ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου συντέλεσον αὐτούς καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ ἐμοί κύριε παντοκράτωρSelect Jeremiah 15:16

17οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου κατὰ μόνας ἐκαθήμην ὅτι πικρίας ἐνεπλήσθηνSelect Jeremiah 15:17

18ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου ἡ πληγή μου στερεά πόθεν ἰαθήσομαι γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστινSelect Jeremiah 15:18

19διὰ τοῦτο τάδε λέγει κύριος ἐὰν ἐπιστρέψῃς καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήσῃ καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου ὡς στόμα μου ἔσῃ καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούςSelect Jeremiah 15:19

20καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σεSelect Jeremiah 15:20

21καὶ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶνSelect Jeremiah 15:21

Next: Jeremiah 16Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Jeremiah

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.