Skip to content
Church.wiki
Jeremiah

Jeremiah 30

OT LXX Accented

Translation: LXX
Start reading

1τῇ Ιδουμαίᾳ τάδε λέγει κύριος οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν ἀπώλετο βουλὴ ἐκ συνετῶν ὤχετο σοφία αὐτῶνSelect Jeremiah 30:1

2ἠπατήθη ὁ τόπος αὐτῶν βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδαν ὅτι δύσκολα ἐποίησεν ἤγαγον ἐπ’ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπ’ αὐτόνSelect Jeremiah 30:2

3ὅτι τρυγηταὶ ἦλθόν σοι οὐ καταλείψουσίν σοι καταλείμματα ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶνSelect Jeremiah 30:3

4ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν κρυβῆναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ καὶ οὐκ ἔστινSelect Jeremiah 30:4

5ὑπολείπεσθαι ὀρφανόν σου ἵνα ζήσηται καὶ ἐγὼ ζήσομαι καὶ χῆραι ἐπ’ ἐμὲ πεποίθασινSelect Jeremiah 30:5

6ὅτι τάδε εἶπεν κύριος οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον ἔπιον καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς ὅτι πίνων πίεσαιSelect Jeremiah 30:6

7ὅτι κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶναSelect Jeremiah 30:7

8ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν ἀνάστητε εἰς πόλεμονSelect Jeremiah 30:8

9μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν εὐκαταφρόνητον ἐν ἀνθρώποιςSelect Jeremiah 30:9

10ἡ παιγνία σου ἐνεχείρησέν σοι ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ ἐκεῖθεν καθελῶ σεSelect Jeremiah 30:10

11καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον πᾶς ὁ παραπορευόμενος ἐπ’ αὐτὴν συριεῖSelect Jeremiah 30:11

12ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς εἶπεν κύριος παντοκράτωρ οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπουSelect Jeremiah 30:12

13ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ τοὺς νεανίσκους ἐπ’ αὐτὴν ἐπιστήσατε ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μουSelect Jeremiah 30:13

14διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν καὶ λογισμὸν αὐτοῦ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμαν ἐὰν μὴ συμψησθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων ἐὰν μὴ ἀβατωθῇ ἐπ’ αὐτὴν κατάλυσις αὐτῶνSelect Jeremiah 30:14

15ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη ἡ γῆ καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθηSelect Jeremiah 30:15

16ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ’ ὀχυρώματα αὐτῆς καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσηςSelect Jeremiah 30:16

17τοῖς υἱοῖς Αμμων οὕτως εἶπεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσειSelect Jeremiah 30:17

18διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιῶ ἐπὶ Ραββαθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦSelect Jeremiah 30:18

19ἀλάλαξον Εσεβων ὅτι ὤλετο Γαι κεκράξατε θυγατέρες Ραββαθ περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ ὅτι ἐν ἀποικίᾳ βαδιεῖται οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμαSelect Jeremiah 30:19

20τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις Ενακιμ θύγατερ ἰταμίας ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς ἡ λέγουσα τίς εἰσελεύσεται ἐπ’ ἐμέSelect Jeremiah 30:20

21ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἶπεν κύριος ἀπὸ πάσης τῆς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἔσται ὁ συνάγωνSelect Jeremiah 30:21

23τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς ἣν ἐπάταξεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος οὕτως εἶπεν κύριος ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς ΚεδεμSelect Jeremiah 30:23

24σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς καὶ καλέσατε ἐπ’ αὐτοὺς ἀπώλειαν κυκλόθενSelect Jeremiah 30:24

25φεύγετε λίαν βαθύνατε εἰς κάθισιν καθήμενοι ἐν τῇ αὐλῇ ὅτι ἐβουλεύσατο ἐφ’ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ’ ὑμᾶς λογισμόνSelect Jeremiah 30:25

26ἀνάστηθι καὶ ἀνάβηθι ἐπ’ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν οἷς οὔκ εἰσιν θύραι οὐ βάλανοι οὐ μοχλοί μόνοι καταλύουσινSelect Jeremiah 30:26

27καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν εἶπεν κύριοςSelect Jeremiah 30:27

28καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπουSelect Jeremiah 30:28

29τῇ Δαμασκῷ κατῃσχύνθη Ημαθ καὶ Αρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνταιSelect Jeremiah 30:29

30ἐξελύθη Δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτῆςSelect Jeremiah 30:30

31πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν κώμην ἠγάπησανSelect Jeremiah 30:31

32διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται φησὶν κύριοςSelect Jeremiah 30:32

33καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ καὶ καταφάγεται ἄμφοδα υἱοῦ ΑδερSelect Jeremiah 30:33

Next: Jeremiah 31Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Jeremiah

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.