Skip to content
Church.wiki
Job

Job 1

OT LXX Accented

Translation: LXX
Start reading

1ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αυσίτιδι ᾧ ὄνομα Ιωβ καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός ἄμεμπτος δίκαιος θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματοςSelect Job 1:1

2ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖςSelect Job 1:2

3καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια κάμηλοι τρισχίλιαι ζεύγη βοῶν πεντακόσια ὄνοι θήλειαι νομάδες πεντακόσιαι καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶνSelect Job 1:3

4συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ’ ἑκάστην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ’ αὐτῶνSelect Job 1:4

5καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου ἀπέστελλεν Ιωβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωὶ καὶ προσέφερεν περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν ἔλεγεν γὰρ Ιωβ μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν οὕτως οὖν ἐποίει Ιωβ πάσας τὰς ἡμέραςSelect Job 1:5

6καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ ὁ διάβολος ἦλθεν μετ’ αὐτῶνSelect Job 1:6

7καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ πόθεν παραγέγονας καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμιSelect Job 1:7

8καὶ εἶπεν αὐτῷ ὁ κύριος προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ιωβ ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος ἀληθινός θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματοςSelect Job 1:8

9ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου μὴ δωρεὰν σέβεται Ιωβ τὸν θεόνSelect Job 1:9

10οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆςSelect Job 1:10

11ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσειSelect Job 1:11

12τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου ἀλλὰ αὐτοῦ μὴ ἅψῃ καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίουSelect Job 1:12

13καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη οἱ υἱοὶ Ιωβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρουSelect Job 1:13

14καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ιωβ καὶ εἶπεν αὐτῷ τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶνSelect Job 1:14

15καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοιSelect Job 1:15

16ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοιSelect Job 1:16

17ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοιSelect Job 1:17

18ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ιωβ τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳSelect Job 1:18

19ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοιSelect Job 1:19

20οὕτως ἀναστὰς Ιωβ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπενSelect Job 1:20

21αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ ὁ κύριος ἔδωκεν ὁ κύριος ἀφείλατο ὡς τῷ κυρίῳ ἔδοξεν οὕτως καὶ ἐγένετο εἴη τὸ ὄνομα κυρίου εὐλογημένονSelect Job 1:21

22ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ιωβ ἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷSelect Job 1:22

Next: Job 2Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Job

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.