Skip to content
Church.wiki
Joshua

Joshua 12

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ’ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ’ ἀνατολῶνSelect Joshua 12:1

2Σηων τὸν βασιλέα τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος καὶ τὸ ἥμισυ τῆς Γαλααδ ἕως Ιαβοκ ὅρια υἱῶν ΑμμωνSelect Joshua 12:2

3καὶ Αραβα ἕως τῆς θαλάσσης Χενερεθ κατ’ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Αραβα θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ασιμωθ ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ ΦασγαSelect Joshua 12:3

4καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν Ασταρωθ καὶ ἐν ΕδραϊνSelect Joshua 12:4

5ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πᾶσαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ ὁρίων Σηων βασιλέως ΕσεβωνSelect Joshua 12:5

6Μωυσῆς ὁ παῖς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβην καὶ Γαδ καὶ τῷ ἡμίσει φυλῆς ΜανασσηSelect Joshua 12:6

7καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶνSelect Joshua 12:7

8ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ναγεβ τὸν Χετταῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν ΙεβουσαῖονSelect Joshua 12:8

9τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τῆς Γαι ἥ ἐστιν πλησίον ΒαιθηλSelect Joshua 12:9

10βασιλέα Ιερουσαλημ βασιλέα ΧεβρωνSelect Joshua 12:10

11βασιλέα Ιεριμουθ βασιλέα ΛαχιςSelect Joshua 12:11

12βασιλέα Αιλαμ βασιλέα ΓαζερSelect Joshua 12:12

13βασιλέα Δαβιρ βασιλέα ΓαδερSelect Joshua 12:13

14βασιλέα Ερμαθ βασιλέα ΑραθSelect Joshua 12:14

15βασιλέα Λεβνα βασιλέα ΟδολλαμSelect Joshua 12:15

16βασιλέα ΜακηδαSelect Joshua 12:16

17βασιλέα Ταφουγ βασιλέα ΟφερSelect Joshua 12:17

18βασιλέα Αφεκ τῆς ΣαρωνSelect Joshua 12:18

19βασιλέα ΑσωρSelect Joshua 12:19

20βασιλέα Συμοων βασιλέα Μαρρων βασιλέα ΑζιφSelect Joshua 12:20

21βασιλέα Καδης βασιλέα ΤαναχSelect Joshua 12:21

22βασιλέα Μαγεδων βασιλέα Ιεκοναμ τοῦ ΧερμελSelect Joshua 12:22

23βασιλέα Δωρ τοῦ Ναφεδδωρ βασιλέα Γωιμ τῆς ΓαλιλαίαςSelect Joshua 12:23

24βασιλέα Θαρσα πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέαSelect Joshua 12:24

Next: Joshua 13Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Joshua

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.