Skip to content
Church.wiki
Joshua

Joshua 19

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ιουδα καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ δεύτερος τῷ Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρου υἱῶν ΙουδαSelect Joshua 19:1

2καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαβεε καὶ ΜωλαδαSelect Joshua 19:2

3καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ καὶ Ασερσουαλ καὶ Βαθουλ καὶ Βωλα καὶ ΑσομSelect Joshua 19:3

4καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα καὶ Ελθουλαδ καὶ ΕρμαSelect Joshua 19:4

5καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν καὶ Σεκελα καὶ Βαιθαμμαρχαβωθ καὶ ΑσερσουσιμSelect Joshua 19:5

6καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν καὶ Βαιθλαβαθ καὶ οἱ ἀγροὶ αὐτῶν πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 19:6

7Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν Αιν καὶ Ρεμμων καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 19:7

8κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν αἱ περικύκλῳ τῶν πόλεων τούτων ἕως Βααλεθβηρραμωθ πορευομένων Ιαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶνSelect Joshua 19:8

9ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων ὅτι ἐγενήθη μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶνSelect Joshua 19:9

10καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Εσεδεκ καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν καὶ ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἕως ΣαριδSelect Joshua 19:10

11Γωλα ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν τὰ ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραλα καὶ συνάψει ἐπὶ Δαβασθαι εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον ΙεκναμSelect Joshua 19:11

12καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ’ ἀνατολῶν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι καὶ ἀναστρέψει ἀπὸ Σαριδ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Σαμς ἐπὶ τὰ ὅρια Χασαλωθ Θαβωρ καὶ διελεύσεται ἐπὶ Δαβραθ καὶ προσαναβήσεται ἐπὶ ΙαφαγαιSelect Joshua 19:12

13καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεθθα ἐπὶ πόλιν Κασιμ καὶ διελεύσεται ἐπὶ Ρεμμων Αμμαθαριμ ΑννουαSelect Joshua 19:13

14καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Αμωθ καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαηλ καὶ περιελεύσεται ἐπὶ τὰ ὅρια βορρᾶ ἐπὶ Ενναθωθ καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ ΓαιιεφθαηλSelect Joshua 19:14

15καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν καὶ Κατταθ καὶ Νααλωλ καὶ Σεμρων καὶ Ιαδηλα καὶ ΒαιθλεεμSelect Joshua 19:15

16αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν αἱ πόλεις αὗται καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 19:16

17καὶ τῷ Ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος καὶ τῷ Ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτοςSelect Joshua 19:17

18καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιεζραελ καὶ Αχασελωθ καὶ ΣουναμSelect Joshua 19:18

19καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ καὶ Αφεραϊμ καὶ Σιαν καὶ Ρεναθ καὶ ΑναρεθSelect Joshua 19:19

20καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες καὶ Ραββωθ καὶ Κεσιων καὶ ΑεμεSelect Joshua 19:20

21καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης καὶ Ραμαθ καὶ Ηνγαννιμ καὶ Ηναδδα καὶ ΒαιθφασηςSelect Joshua 19:21

22καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ιορδάνης καὶ συνάψει τὰ ὅρια ἐπὶ Θαβωθ καὶ ἐπὶ Σασιμα κατὰ θάλασσαν καὶ Βαιθσμας καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων αὐτῶν ὁ ΙορδάνηςSelect Joshua 19:22

23αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν αἱ πόλεις καὶ αἱ ἐπαύλεις αὐτῶνSelect Joshua 19:23

24καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ κατὰ δήμους αὐτῶνSelect Joshua 19:24

25καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Χελκαθ καὶ Οολι καὶ Βατνε καὶ ΑχσαφSelect Joshua 19:25

26καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιων καὶ Λαβαναθ καὶ Αμαδ καὶ Μασαλ καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιωρ καὶ ΛαβαναθSelect Joshua 19:26

27καὶ ἐπιστρέψει ἀπ’ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ καὶ ἐπιστρέψει ἀπ’ ἀνατολῶν ἡλίου Βηθδαγων καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐν Γαι Ιεφθαηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται τὰ ὅρια Σαφθαβηθαεμεκ καὶ πορεύσεται τὸ μεθόριον Ανιηλ καὶ διελεύσεται εἰς Χαβωλ ἀπὸ ἀριστερῶνSelect Joshua 19:27

28καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδῶνος τῆς μεγάλης καὶ Αχραν καὶ Ροωβ καὶ Αμων καὶ Κανα ἕως Σιδῶνος τῆς μεγάληςSelect Joshua 19:28

29καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγῆς Μασφασσατ καὶ τῶν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πόλεως ὀχυρώματος τῶν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ωσα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ τοῦ σχοινίσματος ΑχζιφSelect Joshua 19:29

30καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ καὶ Αμμα καὶ Αφεκ καὶ Ραωβ πόλεις εἴκοσι δύοSelect Joshua 19:30

31αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 19:31

32καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτοςSelect Joshua 19:32

33καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Μεελεφ καὶ Μαηλων καὶ Βεσενανιμ καὶ Αρμαι καὶ Νακεβ καὶ Ιαβνηλ ἕως Λακου καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ ΙορδάνηςSelect Joshua 19:33

34καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ’ ἀνατολῶν ἡλίου καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Αζανωθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν εἰς Ικωκ καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ τῷ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ’ ἀνατολῶν ἡλίουSelect Joshua 19:34

35καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ωμαθα Δακεθ καὶ Κενερεθ καὶ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Αμαθ καὶ Ρεκκαθ καὶ ΧενερεθSelect Joshua 19:35

36καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ καὶ Αδαμι καὶ Ραμα καὶ ΑσωρSelect Joshua 19:36

37καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ καὶ Κεδες καὶ Εδραϊ καὶ πηγὴ ΑσορSelect Joshua 19:37

38καὶ Κερωε καὶ Μεγαλα Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς καὶ Ιαριων καὶ Μαγδαλιηλ Ωραμ καὶ Βαιθαναθ καὶ Θασμους πόλεις δέκα ἐννέαSelect Joshua 19:38

39αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ΝεφθαλιSelect Joshua 19:39

40καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομοςSelect Joshua 19:40

41καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραθ καὶ Ασα πόλεις Σαμμαυς καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραα καὶ Εσθαολ καὶ πόλις ΣαμεςSelect Joshua 19:41

42καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα καὶ Σαλαβιν καὶ Ιααλων καὶ ΙεθλαSelect Joshua 19:42

43καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων καὶ Αιλων καὶ Θαμνα καὶ ΑκκαρωνSelect Joshua 19:43

44καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν καὶ Ελθεκω καὶ Γαβαθων καὶ ΒααλωνSelect Joshua 19:44

45καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων καὶ Ιουθ καὶ Βανηβαρακ καὶ ΓεθρεμμωνSelect Joshua 19:45

46καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον ΙόππηςSelect Joshua 19:46

47αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δαν κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δαν τὸν Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει καὶ οὐκ εἴων αὐτοὺς οἱ Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ’ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶνSelect Joshua 19:47

48καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδακ καὶ ὁ Αμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ελωμ καὶ ἐν Σαλαμιν καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Εφραιμ ἐπ’ αὐτούς καὶ ἐγένοντο αὐτοῖς εἰς φόρονSelect Joshua 19:48

49καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυη ἐν αὐτοῖςSelect Joshua 19:49

50διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο Θαμνασαραχ ἥ ἐστιν ἐν τῷ ὄρει Εφραιμ καὶ ᾠκοδόμησεν τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇSelect Joshua 19:50

51αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆνSelect Joshua 19:51

Next: Joshua 20Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Joshua

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.