Skip to content
Church.wiki
Leviticus

Leviticus 15

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγωνSelect Leviticus 15:1

2λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς αὐτοῖς ἀνδρὶ ἀνδρί ᾧ ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστινSelect Leviticus 15:2

3καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ ῥέων γόνον ἐκ σώματος αὐτοῦ ἐκ τῆς ῥύσεως ἧς συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ ᾗ συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως ἀκαθαρσία αὐτοῦ ἐστινSelect Leviticus 15:3

4πᾶσα κοίτη ἐφ’ ᾗ ἐὰν κοιμηθῇ ἐπ’ αὐτῆς ὁ γονορρυής ἀκάθαρτός ἐστιν καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ ὁ γονορρυής ἀκάθαρτον ἔσταιSelect Leviticus 15:4

5καὶ ἄνθρωπος ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:5

6καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους ἐφ’ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:6

7καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:7

8ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:8

9καὶ πᾶν ἐπίσαγμα ὄνου ἐφ’ ὃ ἂν ἐπιβῇ ἐπ’ αὐτὸ ὁ γονορρυής ἀκάθαρτον ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:9

10καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἐὰν ᾖ ὑποκάτω αὐτοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:10

11καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:11

12καὶ σκεῦος ὀστράκινον οὗ ἂν ἅψηται ὁ γονορρυής συντριβήσεται καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσταιSelect Leviticus 15:12

13ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσταιSelect Leviticus 15:13

14καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖSelect Leviticus 15:14

15καὶ ποιήσει αὐτὰ ὁ ἱερεύς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦSelect Leviticus 15:15

16καὶ ἄνθρωπος ᾧ ἐὰν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:16

17καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα ἐφ’ ὃ ἐὰν ᾖ ἐπ’ αὐτὸ κοίτη σπέρματος καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:17

18καὶ γυνή ἐὰν κοιμηθῇ ἀνὴρ μετ’ αὐτῆς κοίτην σπέρματος καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέραςSelect Leviticus 15:18

19καὶ γυνή ἥτις ἐὰν ᾖ ῥέουσα αἵματι ἔσται ἡ ῥύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:19

20καὶ πᾶν ἐφ’ ὃ ἂν κοιτάζηται ἐπ’ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς ἀκάθαρτον ἔσται καὶ πᾶν ἐφ’ ὃ ἂν ἐπικαθίσῃ ἐπ’ αὐτό ἀκάθαρτον ἔσταιSelect Leviticus 15:20

21καὶ πᾶς ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:21

22καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτό πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:22

23ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης ἢ ἐπὶ τοῦ σκεύους οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:23

24ἐὰν δὲ κοίτῃ τις κοιμηθῇ μετ’ αὐτῆς καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ’ αὐτῷ καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας καὶ πᾶσα κοίτη ἐφ’ ᾗ ἂν κοιμηθῇ ἐπ’ αὐτῆς ἀκάθαρτος ἔσταιSelect Leviticus 15:24

25καὶ γυνή ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς ἐὰν καὶ ῥέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτῆς καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου ἀκάθαρτος ἔσταιSelect Leviticus 15:25

26καὶ πᾶσαν κοίτην ἐφ’ ἣν ἂν κοιμηθῇ ἐπ’ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἐὰν καθίσῃ ἐπ’ αὐτό ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρουSelect Leviticus 15:26

27πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέραςSelect Leviticus 15:27

28ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ῥύσεως καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεταιSelect Leviticus 15:28

29καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται αὐτῇ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίουSelect Leviticus 15:29

30καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτῆςSelect Leviticus 15:30

31καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ισραηλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖςSelect Leviticus 15:31

32οὗτος ὁ νόμος τοῦ γονορρυοῦς καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος ὥστε μιανθῆναι ἐν αὐτῇSelect Leviticus 15:32

33καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς καὶ ὁ γονορρυὴς ἐν τῇ ῥύσει αὐτοῦ τῷ ἄρσενι ἢ τῇ θηλείᾳ καὶ τῷ ἀνδρί ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένηςSelect Leviticus 15:33

Next: Leviticus 16Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Leviticus

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.