Nehemiah 10
OT LXX Accented
Translation: LXX
1καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμῶν Λευῖται ἡμῶν ἱερεῖς ἡμῶνSelect Nehemiah 10:1
2καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ ΣεδεκιαςSelect Nehemiah 10:2
3υἱὸς Σαραια καὶ Αζαρια καὶ ΙερμιαSelect Nehemiah 10:3
4Φασουρ Αμαρια ΜελχιαSelect Nehemiah 10:4
5Ατους Σεβανι ΜαλουχSelect Nehemiah 10:5
6Ιραμ Μεραμωθ ΑβδιαSelect Nehemiah 10:6
7Δανιηλ Γαναθων ΒαρουχSelect Nehemiah 10:7
8Μεσουλαμ Αβια ΜιαμινSelect Nehemiah 10:8
9Μααζια Βελγαι Σαμαια οὗτοι ἱερεῖςSelect Nehemiah 10:9
10καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Αζανια Βαναιου ἀπὸ υἱῶν Ηναδαδ ΚαδμιηλSelect Nehemiah 10:10
11καὶ οἱ ἀδελφοὶ αὐτοῦ Σαβανια Ωδουια Καλιτα Φελεϊα ΑνανSelect Nehemiah 10:11
12Μιχα Ροωβ ΕσεβιαςSelect Nehemiah 10:12
13Ζαχωρ Σαραβια ΣεβανιαSelect Nehemiah 10:13
14Ωδουια υἱοὶ ΒανουναιSelect Nehemiah 10:14
15ἄρχοντες τοῦ λαοῦ Φορος Φααθμωαβ Ηλαμ Ζαθουια υἱοὶSelect Nehemiah 10:15
16Βανι Ασγαδ ΒηβαιSelect Nehemiah 10:16
17Εδανια Βαγοι ΗδινSelect Nehemiah 10:17
18Ατηρ Εζεκια ΑζουρSelect Nehemiah 10:18
19Οδουια Ησαμ ΒησιSelect Nehemiah 10:19
20Αριφ Αναθωθ ΝωβαιSelect Nehemiah 10:20
21Μαγαφης Μεσουλαμ ΗζιρSelect Nehemiah 10:21
22Μεσωζεβηλ Σαδδουκ ΙεδδουαSelect Nehemiah 10:22
23Φαλτια Αναν ΑναιαSelect Nehemiah 10:23
24Ωσηε Ανανια ΑσουβSelect Nehemiah 10:24
25Αλωης Φαλαϊ ΣωβηκSelect Nehemiah 10:25
26Ραουμ Εσαβανα ΜαασαιαSelect Nehemiah 10:26
27καὶ Αϊα Αιναν ΗνανSelect Nehemiah 10:27
28Μαλουχ Ηραμ ΒααναSelect Nehemiah 10:28
29καὶ οἱ κατάλοιποι τοῦ λαοῦ οἱ ἱερεῖς οἱ Λευῖται οἱ πυλωροί οἱ ᾄδοντες οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ γυναῖκες αὐτῶν υἱοὶ αὐτῶν θυγατέρες αὐτῶν πᾶς ὁ εἰδὼς καὶ συνίωνSelect Nehemiah 10:29
30ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦSelect Nehemiah 10:30
31καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶνSelect Nehemiah 10:31
32καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι οὐκ ἀγορῶμεν παρ’ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρόςSelect Nehemiah 10:32
33καὶ στήσομεν ἐφ’ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ’ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ’ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶνSelect Nehemiah 10:33
34εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων τῶν νουμηνιῶν εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ισραηλ καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶνSelect Nehemiah 10:34
35καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν εἰς οἶκον πατριῶν ἡμῶν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ’ ἐνιαυτόν ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳSelect Nehemiah 10:35
36καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν εἰς οἶκον κυρίουSelect Nehemiah 10:36
37καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶνSelect Nehemiah 10:37
38καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶνSelect Nehemiah 10:38
39καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ααρων μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου καὶ οἱ Λευῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦSelect Nehemiah 10:39
40ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ τοῦ Λευι τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶνSelect Nehemiah 10:40
OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution