Skip to content
Church.wiki
Nehemiah

Nehemiah 7

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ΛευῖταιSelect Nehemiah 7:1

2καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούςSelect Nehemiah 7:2

3καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦSelect Nehemiah 7:3

4καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναιSelect Nehemiah 7:4

5καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷSelect Nehemiah 7:5

6καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦSelect Nehemiah 7:6

7μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαοῦ ΙσραηλSelect Nehemiah 7:7

8υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύοSelect Nehemiah 7:8

9υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύοSelect Nehemiah 7:9

10υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύοSelect Nehemiah 7:10

11υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώSelect Nehemiah 7:11

12υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρεςSelect Nehemiah 7:12

13υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντεSelect Nehemiah 7:13

14υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκονταSelect Nehemiah 7:14

15υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώSelect Nehemiah 7:15

16υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώSelect Nehemiah 7:16

17υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύοSelect Nehemiah 7:17

18υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτάSelect Nehemiah 7:18

19υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτάSelect Nehemiah 7:19

20υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντεSelect Nehemiah 7:20

21υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώSelect Nehemiah 7:21

22υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώSelect Nehemiah 7:22

23υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρεςSelect Nehemiah 7:23

24υἱοὶ Αριφ ἑκατὸν δώδεκαSelect Nehemiah 7:24

25υἱοὶ Γαβαων ἐνενήκοντα πέντεSelect Nehemiah 7:25

26υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ Νετωφα πεντήκοντα ἕξSelect Nehemiah 7:26

27υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώSelect Nehemiah 7:27

28ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύοSelect Nehemiah 7:28

29ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖςSelect Nehemiah 7:29

30ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷςSelect Nehemiah 7:30

31ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύοSelect Nehemiah 7:31

32ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖςSelect Nehemiah 7:32

33ἄνδρες Ναβι‐ααρ πεντήκοντα δύοSelect Nehemiah 7:33

34ἄνδρες Ηλαμ‐ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρεςSelect Nehemiah 7:34

35υἱοὶ Ηραμ τριακόσιοι εἴκοσιSelect Nehemiah 7:35

36υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντεSelect Nehemiah 7:36

37υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷςSelect Nehemiah 7:37

38υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκονταSelect Nehemiah 7:38

39οἱ ἱερεῖς υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖςSelect Nehemiah 7:39

40υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύοSelect Nehemiah 7:40

41υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτάSelect Nehemiah 7:41

42υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτάSelect Nehemiah 7:42

43οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρεςSelect Nehemiah 7:43

44οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώSelect Nehemiah 7:44

45οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώSelect Nehemiah 7:45

46οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ ΤαβαωθSelect Nehemiah 7:46

47υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ ΦαδωνSelect Nehemiah 7:47

48υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ ΣαλαμιSelect Nehemiah 7:48

49υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ ΓααρSelect Nehemiah 7:49

50υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ ΝεκωδαSelect Nehemiah 7:50

51υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ ΦεσηSelect Nehemiah 7:51

52υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ ΝεφωσασιμSelect Nehemiah 7:52

53υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ ΑρουρSelect Nehemiah 7:53

54υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ ΑδασανSelect Nehemiah 7:54

55υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ ΘημαSelect Nehemiah 7:55

56υἱοὶ Νισια υἱοὶ ΑτιφαSelect Nehemiah 7:56

57υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ ΦεριδαSelect Nehemiah 7:57

58υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ ΓαδηλSelect Nehemiah 7:58

59υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ ΗμιμSelect Nehemiah 7:59

60πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύοSelect Nehemiah 7:60

61καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίνSelect Nehemiah 7:61

62υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύοSelect Nehemiah 7:62

63καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ’ ὀνόματι αὐτῶνSelect Nehemiah 7:63

64οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείαςSelect Nehemiah 7:64

65καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσωνSelect Nehemiah 7:65

66καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκονταSelect Nehemiah 7:66

67πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντεSelect Nehemiah 7:67

68ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντεSelect Nehemiah 7:68

69κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσιSelect Nehemiah 7:69

70καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκονταSelect Nehemiah 7:70

71καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίαςSelect Nehemiah 7:71

72καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτάSelect Nehemiah 7:72

73καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶνSelect Nehemiah 7:73

Next: Nehemiah 8Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Nehemiah

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.