Numbers 29
OT LXX Accented
Translation: LXX
1καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ τοῦ μηνὸς ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἡμέρα σημασίας ἔσται ὑμῖνSelect Numbers 29:1
2καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμουςSelect Numbers 29:2
3ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνίSelect Numbers 29:3
4δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖςSelect Numbers 29:4
5καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶνSelect Numbers 29:5
6πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμηνίας καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ τὸ ὁλοκαύτωμα τὸ διὰ παντὸς καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν εἰς ὀσμὴν εὐωδίας κυρίῳSelect Numbers 29:6
7καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετεSelect Numbers 29:7
8καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτά ἄμωμοι ἔσονται ὑμῖνSelect Numbers 29:8
9ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνίSelect Numbers 29:9
10δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ εἰς τοὺς ἑπτὰ ἀμνούςSelect Numbers 29:10
11καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλάσεως καὶ ἡ ὁλοκαύτωσις ἡ διὰ παντός ἡ θυσία αὐτῆς καὶ ἡ σπονδὴ αὐτῆς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳSelect Numbers 29:11
12καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ ἑπτὰ ἡμέραςSelect Numbers 29:12
13καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἄμωμοι ἔσονταιSelect Numbers 29:13
14αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ τοῖς τρισκαίδεκα μόσχοις καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ ἐπὶ τοὺς δύο κριούςSelect Numbers 29:14
15δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνούςSelect Numbers 29:15
16καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶνSelect Numbers 29:16
17καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους δώδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμουςSelect Numbers 29:17
18ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶνSelect Numbers 29:18
19καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶνSelect Numbers 29:19
20τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ἕνδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμουςSelect Numbers 29:20
21ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶνSelect Numbers 29:21
22καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶνSelect Numbers 29:22
23τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμουςSelect Numbers 29:23
24αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶνSelect Numbers 29:24
25καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶνSelect Numbers 29:25
26τῇ ἡμέρᾳ τῇ πέμπτῃ μόσχους ἐννέα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμουςSelect Numbers 29:26
27αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶνSelect Numbers 29:27
28καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶνSelect Numbers 29:28
29τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτώ κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμουςSelect Numbers 29:29
30αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶνSelect Numbers 29:30
31καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶνSelect Numbers 29:31
32τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ μόσχους ἑπτά κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμουςSelect Numbers 29:32
33αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶνSelect Numbers 29:33
34καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶνSelect Numbers 29:34
35καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇSelect Numbers 29:35
36καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμουςSelect Numbers 29:36
37αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶνSelect Numbers 29:37
38καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶνSelect Numbers 29:38
39ταῦτα ποιήσετε κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν πλὴν τῶν εὐχῶν ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰς θυσίας ὑμῶν καὶ τὰς σπονδὰς ὑμῶν καὶ τὰ σωτήρια ὑμῶνSelect Numbers 29:39
OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution