Skip to content
Church.wiki
Numbers

Numbers 33

OT LXX Accented

Translation: LXX
Start reading

1καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Ισραηλ ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ ΑαρωνSelect Numbers 33:1

2καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος κυρίου καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶνSelect Numbers 33:2

3ἀπῆραν ἐκ Ραμεσση τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου τῇ ἐπαύριον τοῦ πασχα ἐξῆλθον οἱ υἱοὶ Ισραηλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν ΑἰγυπτίωνSelect Numbers 33:3

4καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξεν κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριοςSelect Numbers 33:4

5καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ ἐκ Ραμεσση παρενέβαλον εἰς ΣοκχωθSelect Numbers 33:5

6καὶ ἀπῆραν ἐκ Σοκχωθ καὶ παρενέβαλον εἰς Βουθαν ὅ ἐστιν μέρος τι τῆς ἐρήμουSelect Numbers 33:6

7καὶ ἀπῆραν ἐκ Βουθαν καὶ παρενέβαλον ἐπὶ στόμα Εϊρωθ ὅ ἐστιν ἀπέναντι Βεελσεπφων καὶ παρενέβαλον ἀπέναντι ΜαγδώλουSelect Numbers 33:7

8καὶ ἀπῆραν ἀπέναντι Εϊρωθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν ΠικρίαιςSelect Numbers 33:8

9καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αιλιμ καὶ ἐν Αιλιμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρSelect Numbers 33:9

10καὶ ἀπῆραν ἐξ Αιλιμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράνSelect Numbers 33:10

11καὶ ἀπῆραν ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον ΣινSelect Numbers 33:11

12καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς ΡαφακαSelect Numbers 33:12

13καὶ ἀπῆραν ἐκ Ραφακα καὶ παρενέβαλον ἐν ΑιλουςSelect Numbers 33:13

14καὶ ἀπῆραν ἐξ Αιλους καὶ παρενέβαλον ἐν Ραφιδιν καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖSelect Numbers 33:14

15καὶ ἀπῆραν ἐκ Ραφιδιν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ ΣιναSelect Numbers 33:15

16καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σινα καὶ παρενέβαλον ἐν Μνήμασιν τῆς ἐπιθυμίαςSelect Numbers 33:16

17καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν ΑσηρωθSelect Numbers 33:17

18καὶ ἀπῆραν ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν ΡαθαμαSelect Numbers 33:18

19καὶ ἀπῆραν ἐκ Ραθαμα καὶ παρενέβαλον ἐν Ρεμμων ΦαρεςSelect Numbers 33:19

20καὶ ἀπῆραν ἐκ Ρεμμων Φαρες καὶ παρενέβαλον ἐν ΛεμωναSelect Numbers 33:20

21καὶ ἀπῆραν ἐκ Λεμωνα καὶ παρενέβαλον εἰς ΔεσσαSelect Numbers 33:21

22καὶ ἀπῆραν ἐκ Δεσσα καὶ παρενέβαλον εἰς ΜακελλαθSelect Numbers 33:22

23καὶ ἀπῆραν ἐκ Μακελλαθ καὶ παρενέβαλον εἰς ΣαφαρSelect Numbers 33:23

24καὶ ἀπῆραν ἐκ Σαφαρ καὶ παρενέβαλον εἰς ΧαραδαθSelect Numbers 33:24

25καὶ ἀπῆραν ἐκ Χαραδαθ καὶ παρενέβαλον εἰς ΜακηλωθSelect Numbers 33:25

26καὶ ἀπῆραν ἐκ Μακηλωθ καὶ παρενέβαλον εἰς ΚατααθSelect Numbers 33:26

27καὶ ἀπῆραν ἐκ Κατααθ καὶ παρενέβαλον εἰς ΤαραθSelect Numbers 33:27

28καὶ ἀπῆραν ἐκ Ταραθ καὶ παρενέβαλον εἰς ΜατεκκαSelect Numbers 33:28

29καὶ ἀπῆραν ἐκ Ματεκκα καὶ παρενέβαλον εἰς ΣελμωναSelect Numbers 33:29

30καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς ΜασσουρουθSelect Numbers 33:30

31καὶ ἀπῆραν ἐκ Μασσουρουθ καὶ παρενέβαλον εἰς ΒαναιαSelect Numbers 33:31

32καὶ ἀπῆραν ἐκ Βαναια καὶ παρενέβαλον εἰς τὸ ὄρος ΓαδγαδSelect Numbers 33:32

33καὶ ἀπῆραν ἐκ τοῦ ὄρους Γαδγαδ καὶ παρενέβαλον εἰς ΕτεβαθαSelect Numbers 33:33

34καὶ ἀπῆραν ἐξ Ετεβαθα καὶ παρενέβαλον εἰς ΕβρωναSelect Numbers 33:34

35καὶ ἀπῆραν ἐξ Εβρωνα καὶ παρενέβαλον εἰς ΓεσιωνγαβερSelect Numbers 33:35

36καὶ ἀπῆραν ἐκ Γεσιωνγαβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σιν καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαραν αὕτη ἐστὶν ΚαδηςSelect Numbers 33:36

37καὶ ἀπῆραν ἐκ Καδης καὶ παρενέβαλον εἰς Ωρ τὸ ὄρος πλησίον γῆς ΕδωμSelect Numbers 33:37

38καὶ ἀνέβη Ααρων ὁ ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνόςSelect Numbers 33:38

39καὶ Ααρων ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὅτε ἀπέθνῃσκεν ἐν Ωρ τῷ ὄρειSelect Numbers 33:39

40καὶ ἀκούσας ὁ Χανανις βασιλεὺς Αραδ καὶ οὗτος κατῴκει ἐν γῇ Χανααν ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ ΙσραηλSelect Numbers 33:40

41καὶ ἀπῆραν ἐξ Ωρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς ΣελμωναSelect Numbers 33:41

42καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς ΦινωSelect Numbers 33:42

43καὶ ἀπῆραν ἐκ Φινω καὶ παρενέβαλον εἰς ΩβωθSelect Numbers 33:43

44καὶ ἀπῆραν ἐξ Ωβωθ καὶ παρενέβαλον ἐν Γαι ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων ΜωαβSelect Numbers 33:44

45καὶ ἀπῆραν ἐκ Γαι καὶ παρενέβαλον εἰς Δαιβων ΓαδSelect Numbers 33:45

46καὶ ἀπῆραν ἐκ Δαιβων Γαδ καὶ παρενέβαλον ἐν Γελμων ΔεβλαθαιμSelect Numbers 33:46

47καὶ ἀπῆραν ἐκ Γελμων Δεβλαθαιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Αβαριμ ἀπέναντι ΝαβαυSelect Numbers 33:47

48καὶ ἀπῆραν ἀπὸ ὀρέων Αβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ ΙεριχωSelect Numbers 33:48

49καὶ παρενέβαλον παρὰ τὸν Ιορδάνην ἀνὰ μέσον Αισιμωθ ἕως Βελσαττιμ κατὰ δυσμὰς ΜωαβSelect Numbers 33:49

50καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγωνSelect Numbers 33:50

51λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν ΧαναανSelect Numbers 33:51

52καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτεSelect Numbers 33:52

53καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳSelect Numbers 33:53

54καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ αὐτοῦ ἔσται κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετεSelect Numbers 33:54

55ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ’ ἣν ὑμεῖς κατοικήσετεSelect Numbers 33:55

56καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς ποιήσω ὑμῖνSelect Numbers 33:56

Next: Numbers 34Continue reading

OT LXX Accented (LXX) · Copyrighted; Free non-commercial distribution

Reading settings

Choose a passage

Old Testament

New Testament

Numbers

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.