Skip to content
Church.wiki

Psalms 83

OT LXX Accented

1 εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορε ψαλμός

2 ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τῶν δυνάμεων

3 ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα

4 καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς τὰ θυσιαστήριά σου κύριε τῶν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ θεός μου

5 μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε διάψαλμα

6 μακάριος ἀνήρ οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο

7 ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν

8 πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιων

9 κύριε ὁ θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι ὁ θεὸς Ιακωβ διάψαλμα

10 ὑπερασπιστὰ ἡμῶν ἰδέ ὁ θεός καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου

11 ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν

12 ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος ὁ θεός χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ

13 κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ

About this translation

OT LXX Accented · Greek

Septuagint, Morphologically Tagged Rahlfs'

Copyrighted; Free non-commercial distribution · Translation source

This module has been build from the following source from the Center for Computer Analysis of Texts (CCAT) at the University of Pennsylvania : http://ccat.sas.upenn.edu/gopher/text/religion/biblical/lxxmorph/ The versification differs slightly from what is defined in canon_lxx.h in the Sword sources. Some of the noticeable differences are: - Prayer of Manasseh is found in Odes 12. - Prayer of Azariah is found at Daniel 3:24. - No I Enoch - The book and Ezra and of Nehemiah are part of a second book of Esdras. They are available as Ezra and Nehemiah in this module. - The book of Proverbs c