Skip to content
Church.wiki

Psalms 89

OT LXX Accented

1 προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ

2 πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ

3 μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἶπας ἐπιστρέψατε υἱοὶ ἀνθρώπων

4 ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές ἥτις διῆλθεν καὶ φυλακὴ ἐν νυκτί

5 τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι

6 τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι τὸ ἑσπέρας ἀποπέσοι σκληρυνθείη καὶ ξηρανθείη

7 ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν

8 ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου

9 ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων

10 αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος ὅτι ἐπῆλθεν πραΰτης ἐφ’ ἡμᾶς καὶ παιδευθησόμεθα

11 τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου

12 ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ

13 ἐπίστρεψον κύριε ἕως πότε καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου

14 ἐνεπλήσθημεν τὸ πρωὶ τοῦ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν

15 εὐφράνθημεν ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς ἐτῶν ὧν εἴδομεν κακά

16 καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν

17 καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς

About this translation

OT LXX Accented · Greek

Septuagint, Morphologically Tagged Rahlfs'

Copyrighted; Free non-commercial distribution · Translation source

This module has been build from the following source from the Center for Computer Analysis of Texts (CCAT) at the University of Pennsylvania : http://ccat.sas.upenn.edu/gopher/text/religion/biblical/lxxmorph/ The versification differs slightly from what is defined in canon_lxx.h in the Sword sources. Some of the noticeable differences are: - Prayer of Manasseh is found in Odes 12. - Prayer of Azariah is found at Daniel 3:24. - No I Enoch - The book and Ezra and of Nehemiah are part of a second book of Esdras. They are available as Ezra and Nehemiah in this module. - The book of Proverbs c