Skip to content
Church.wiki
Judges

Judges 17

Septuagint Alternative Texts (2006)

Translation: LXXA
Start reading

1Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Εφραιμ, καὶ ὄνομα αὐτῷ Μιχαιας.Select Judges 17:1

2καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Οἱ χίλιοι καὶ ἑκατόν, οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ᾽ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογητὸς ὁ υἱός μου τῷ κυρίῳ.Select Judges 17:2

3καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Ἁγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω σοι αὐτό.Select Judges 17:3

4καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαια.Select Judges 17:4

5καὶ ὁ οἶκος Μιχαια, αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν εφωδ καὶ θαραφιν καὶ ἐπλήρωσεν τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα. —Select Judges 17:5

6ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.Select Judges 17:6

7Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεεμ δήμου Ιουδα, καὶ αὐτὸς Λευίτης, καὶ οὗτος παρῴκει ἐκεῖ.Select Judges 17:7

8καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεεμ τῆς πόλεως Ιουδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Εφραιμ καὶ ἕως οἴκου Μιχαια τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ.Select Judges 17:8

9καὶ εἶπεν αὐτῷ Μιχαιας Πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν Λευίτης εἰμὶ ἀπὸ Βαιθλεεμ Ιουδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ.Select Judges 17:9

10καὶ εἶπεν αὐτῷ Μιχαιας Κάθου μετ᾽ ἐμοῦ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. καὶ ἐπορεύθη ὁ ΛευίτηςSelect Judges 17:10

11καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη ὁ νεανίας παρ᾽ αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ.Select Judges 17:11

12καὶ ἐπλήρωσεν Μιχαιας τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα καὶ ἐγένετο ἐν οἴκῳ Μιχαια.Select Judges 17:12

13καὶ εἶπεν Μιχαιας Νῦν ἔγνων ὅτι ἀγαθυνεῖ κύριος ἐμοί, ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα.Select Judges 17:13

Next: Judges 18Continue reading

Septuagint Alternative Texts (2006) (LXXA) · Used under license from the Korean Bible Society

Reading settings

Choose a passage

Old Testament

New Testament

Judges

Selected verses

Tap another verse to select a range.

Highlight

My Bible

Listen

Uses an English voice provided by your browser.