Joshua 19
Septuagint Alternative Texts (2006)
Translation: LXXA
1Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ δεύτερος τῷ Συμεων, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρου υἱῶν Ιουδα.Select Joshua 19:1
2καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαβεε καὶ ΜωλαδαSelect Joshua 19:2
3καὶ Ασερσουαλ καὶ Βαθουλ καὶ Βωλα καὶ ΑσομSelect Joshua 19:3
4καὶ Ελθουλαδ καὶ ΕρμαSelect Joshua 19:4
5καὶ Σεκελα καὶ Βαιθαμμαρχαβωθ καὶ ΑσερσουσιμSelect Joshua 19:5
6καὶ Βαιθλαβαθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν·Select Joshua 19:6
7Αιν καὶ Ρεμμων καὶ Εθερ καὶ Ασαν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶνSelect Joshua 19:7
8αἱ περικύκλῳ τῶν πόλεων τούτων ἕως Βααλεθβηρραμωθ πορευομένων Ιαμεθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν.Select Joshua 19:8
9ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων, ὅτι ἐγενήθη μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν.Select Joshua 19:9
10Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν. καὶ ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἕως Σαριδ·Select Joshua 19:10
11τὰ ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραλα καὶ συνάψει ἐπὶ Δαβασθαι εἰς τὴν φάραγγα, ἥ ἐστιν κατὰ πρόσωπον Ιεκναμ,Select Joshua 19:11
12καὶ ἀναστρέψει ἀπὸ Σαριδ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Σαμς ἐπὶ τὰ ὅρια Χασαλωθ Θαβωρ καὶ διελεύσεται ἐπὶ Δαβραθ καὶ προσαναβήσεται ἐπὶ ΙαφαγαιSelect Joshua 19:12
13καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ᾽ ἀνατολὰς ἐπὶ Γεθθα ἐπὶ πόλιν Κασιμ καὶ διελεύσεται ἐπὶ Ρεμμων Αμμαθαριμ ΑννουαSelect Joshua 19:13
14καὶ περιελεύσεται ἐπὶ τὰ ὅρια βορρᾶ ἐπὶ Ενναθωθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ ΓαιιεφθαηλSelect Joshua 19:14
15καὶ Κατταθ καὶ Νααλωλ καὶ Σεμρων καὶ Ιαδηλα καὶ Βαιθλεεμ.Select Joshua 19:15
16αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὗται καὶ αἱ κῶμαι αὐτῶν.Select Joshua 19:16
17Καὶ τῷ Ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος.Select Joshua 19:17
18καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιεζραελ καὶ Αχασελωθ καὶ ΣουναμSelect Joshua 19:18
19καὶ Αφεραϊμ καὶ Σιαν καὶ Ρεναθ καὶ ΑναρεθSelect Joshua 19:19
20καὶ Ραββωθ καὶ Κεσιων καὶ ΑεμεSelect Joshua 19:20
21καὶ Ραμαθ καὶ Ηνγαννιμ καὶ Ηναδδα καὶ Βαιθφασης,Select Joshua 19:21
22καὶ συνάψει τὰ ὅρια ἐπὶ Θαβωθ καὶ ἐπὶ Σασιμα κατὰ θάλασσαν καὶ Βαιθσμας, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων αὐτῶν ὁ Ιορδάνης.Select Joshua 19:22
23αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ ἐπαύλεις αὐτῶν.Select Joshua 19:23
24Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ κατὰ δήμους αὐτῶν.Select Joshua 19:24
25καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Χελκαθ καὶ Οολι καὶ Βατνε καὶ ΑχσαφSelect Joshua 19:25
26καὶ Αμαδ καὶ Μασαλ καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιωρ καὶ ΛαβαναθSelect Joshua 19:26
27καὶ ἐπιστρέψει ἀπ᾽ ἀνατολῶν ἡλίου Βηθδαγων καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐν Γαι Ιεφθαηλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται τὰ ὅρια Σαφθαβηθαεμεκ καὶ πορεύσεται τὸ μεθόριον Ανιηλ καὶ διελεύσεται εἰς Χαβωλ ἀπὸ ἀριστερῶνSelect Joshua 19:27
28καὶ Αχραν καὶ Ροωβ καὶ Αμων καὶ Κανα ἕως Σιδῶνος τῆς μεγάλης,Select Joshua 19:28
29καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πόλεως ὀχυρώματος τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ωσα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ τοῦ σχοινίσματος ΑχζιφSelect Joshua 19:29
30καὶ Αμμα καὶ Αφεκ καὶ Ραωβ, πόλεις εἴκοσι δύο.Select Joshua 19:30
31αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν, πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν.Select Joshua 19:31
32Καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος.Select Joshua 19:32
33καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Μεελεφ καὶ Μαηλων καὶ Βεσενανιμ καὶ Αρμαι καὶ Νακεβ καὶ Ιαβνηλ ἕως Λακου, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης·Select Joshua 19:33
34καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Αζανωθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν εἰς Ικωκ καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ τῷ Ασηρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ιορδάνης ἀπ᾽ ἀνατολῶν ἡλίου.Select Joshua 19:34
35καὶ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Αμαθ καὶ Ρεκκαθ καὶ ΧενερεθSelect Joshua 19:35
36καὶ Αδαμι καὶ Ραμα καὶ ΑσωρSelect Joshua 19:36
37καὶ Κεδες καὶ Εδραϊ καὶ πηγὴ ΑσορSelect Joshua 19:37
38καὶ Ιαριων καὶ Μαγδαλιηλ, Ωραμ καὶ Βαιθαναθ καὶ Θασμους, πόλεις δέκα ἐννέα.Select Joshua 19:38
39αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι.Select Joshua 19:39
40Καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος.Select Joshua 19:40
41καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραα καὶ Εσθαολ καὶ πόλις ΣαμεςSelect Joshua 19:41
42καὶ Σαλαβιν καὶ Ιααλων καὶ ΙεθλαSelect Joshua 19:42
43καὶ Αιλων καὶ Θαμνα καὶ ΑκκαρωνSelect Joshua 19:43
44καὶ Ελθεκω καὶ Γαβαθων καὶ ΒααλωνSelect Joshua 19:44
45καὶ Ιουθ καὶ Βανηβαρακ καὶ Γεθρεμμων,Select Joshua 19:45
Septuagint Alternative Texts (2006) (LXXA) · Used under license from the Korean Bible Society